# Scholia in Euripidis Rhesum 540-859

Scholia In Euripidem, Scholia in Euripidis Rhesum, 540 to 859. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidis-rhesum/540

540. Κίλικας Παίων: οἱ μὲν τοὺς Κίλικας καὶ τοὺς Παίονας τοὺς αὐτοὺς ἤκουσαν. Ἀρίσταρχος δὲ Κόροιβον Παιόνων ἡγεμόνα καὶ τὴν φυλακὴν ποτὲ μὲν ἀπὸ τοῦ ἡγεμόνος, ποτὲ δὲ ἀπὸ τῶν ὑπηκόων. 541. Μυσοὶ δʼ ἡμᾶς: ὡς Μυσῶν διαδεχομένων Κίλικας. Κίλικες γὰρ μετὰ Παίονας, εἶτα Μυσοὶ, εἶτα Τρῶες, εἶτα πέμπτοι Λύκιοι. 547. κοίτας φονίας: διὰ τὰ τολμηθέντα ἐπὶ τῷ Ἰτύλῳ· λείπει δὲ τὸ ὡς, ὡς ἐπὶ τοῦ Σιμόεντος ὑμνεῖ τὴν μίξιν, ἀίω. γράφεται καὶ θρηνεῖ καὶ ἔξωθεν λαμβάνεται ἡ ἐπί καὶ τὸ ὡς, ὡς ἐπὶ τοῦ Σιμόεντος ἑζομένη θρηνεῖ τὰς φονίας κοίτας ἡ ἀηδών. 550. μελοποιὸς ἀηδονίς: λέγεται γὰρ ἡ Πρόκνη μετὰ τὸ κρεανομεῖσθαι Ἴτυν τὸν υἱὸν διὰ τὴν λύπην μεταβληθῆναι εἰς ὄρνιν· καὶ ἡ μὲν Πρόκνη εἰς ἀηδόνα μετεβλήθη, ὡς καὶ ἡ Φιλομήλα εἰς χελιδόνα. 674. σκηπτοῦ πιόντος: πρὸς τὰ ναύσταθμα αἰφνιδίου κεραυνοῦ σφοδροῦ ἐπελθόντος. 675. ἔα ἔα: ὁ χορὸς λέγει αἴσθησιν λαβὼν τῶν γεγονότων. 631. ἀλλὰ συμμάχους: ἀλλὰ δεινὸν, φησὶ, τοὺς συμμάχους ταράττειν νυκτὸς οὔσης. 711. ὕπαφρον] ὕπαφρος ὁ μὴ φανερὸς, ἐκ μεταφορᾶς τῶν ὑπʼ ἀφρὸν νηχομένων, ἢ τῶν ὑφάλων πετρῶν αἷς ἐπανθεῖ ἀφρός· ἢ ὁ καταπληκτικὸς, ὁ μανικός. Fl. 2. 715. βίον δʼ ἐπαιτῶν: τροφὴν αἰτῶν. 716. ψαφαρόχρουν: τὸ χ ὅτι φαλακρὸν αὐτόν φησιν. 724. δυσοίζων: βλασφημῶν ἢ ὀργιζόμενος καὶ λοιδορῶν. 741. διόπων στρατιᾶς: τῶν φροντιστῶν καὶ ἐπιστατῶν. 766. πλῆκτρα: αἱ μάστιγες. 769. φαύλως: ἀπλῶς, ὡς ἔτυχεν. 785. αἱ δʼ ἔρεγχον: ἐκ τῶν μυκτήρων ποιὸν ἦχον ἀπετέλουν. 789. μυχθισμὸν νεκρῶν: ποιὸν ἦχον καὶ στεναγμὸν μετὰ πνοῆς γενόμενον. 790. τὸ ἑξῆς, θερμὸς δὲ κρουνὸς αἵματος νέου δεσπότου παρὰ σφαγαῖς δυσθνήσκοντος βάλλει με. 817. μαράγνα] οὕτως παροξύνει ὁ Ἡρωδιανὸς ἐν τῇ καθόλου. δηλοῖ δὲ τὴν μάστιγα. ἤτοι μαστίγων πλήγμασιν, ἢ τῷ καρατομηθῆναι. Fl. 2. 825. ἔβριξα: βρίξαι κυρίως τὸ μετὰ βορὰν ὀλίγον κοιμηθῆναι. Fl.2. 852. τίς δʼ ἂν χαμεύνας: τὸ ἑξῆς, τίς ἂν κατʼ εὐφρόνην τῶν πολεμίων μολὼν Ῥήσου χαμεύνας ἐξεῦρενς; 855. ᾖσαν: ᾔδεισαν, ἐγίνωσκον. 859. ἐν σοὶ δʼ ἂν ἀρχοίμεσθα: ἀρχὴν ἔχομεν τοῦ κακολογεῖσθαι πρῶτον ὑπὸ σοῦ, ἢ σὺ ἡμᾶς πρῶτον ἤρξω κακηγορεῖν.

---

Scholia in Euripidem, Scholia in Euripidis Rhesum, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg011.local001/.
