# Scholia in Euripidis Rhesum 895

Scholia In Euripidem, Scholia in Euripidis Rhesum, ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΡΗΣΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidis-rhesum/895

895. ἰαλέμῳ αὐθιγενεῖ: τῷ εὐθὺς γενομένῳ θρήνῳ. Gl. καὶ Ἀσκληπιάδης ἐν τοῖς τραγῳδουμένοις πλείους τῆς Καλλιόπης λέγει παῖδας ἐν τουτ... Καλλιόπῃ γὰρ τὸν Ἀπόλλωνα μιχθέντα γεννῆσαι Λίνον τὸν πρεσβύτατον καὶ τρεῖς μετʼ ἐκεῖνον, Ὑμέναιον, Ἰάλεμον, Ὀρφέα· τῷ δὲ νεωτάτῳ τὴν μὲν ἐπιθυμίαν ευμάτων ἐμπεσεῖν. καὶ περὶ τὴν μουσικὴν πάντων, οὐ μὴν τοιοῦτό γε πάθος γενέσθαι. Ἄλλως. ἰαλέμῳ: φασὶ τὸν ἰάλεμον παρωνομάσθαι ἐπὶ τιμῇ Ἰαλέμου τοῦ Ἀπόλλωνος καὶ Καλλιόπης, ὥς φησι Πίνδαρος, ἔντι μὲν χρυσαλακάτου τεκέων Λατοῦς, ἀοιδαὶ ὥριαι παιανίδες· ἔντι ελλοντες ἐκισῦ στέφανον ἐκ διο αιόμεναι· τὸ δὲ κοιμίσαν τρ σώματʼ ἀποφθιμένων, ἁ μὲν ἀχέταν Λίνον αἴλινον ὕμνει, δʼ Ὑμέναιον, ὃν ἐν γάμοισι χροῖζόμενον σὺμ πρῶτον λάβεν ἐσχάτοις ὕμνοισιν, ἁ δʼ Ἰάλεμον ὠμοβόρῳ νούσῳ πεδαθέντα σθένος υἱὸν Οἰάγρου.

---

Scholia in Euripidem, Scholia in Euripidis Rhesum, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg011.local001/.
