Ancient Greek · ~3 min
ΕΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΤΡΩΙΑΔΑΣ.
Scholia In Euripidem, Scholia in Euripidis Troiades 221
Not analysed yet
221. Φοινίκας ἀντήρη χώραν: ἀντήρη Σικελίας τὴν Λιβύην εἴρηκε καὶ τὴν Καρχηδόνα, παρόσον τὸ Λιλύβαιον ἀκρωτήριον τῆς Σικελίας ἀντικρὺ κεῖται τῆς Καρχηδόνος, εἰς ἣν ἀπῴκησαν Τύριοι. ἔστι δὲ ἡ Καρχηδὼν πόλις Λιβύης. ὀλίγῳ δὲ πρότερον τῶν Τρωικῶν Εὔδοξος ὁ Κνίδιος ἀπῳκηκέναι τοὺς Τυρίους εἰς αὐτὴν, Ἀζάρου καὶ Καρχηδόνος ἡγουμένων, ἀφʼ οὗ καὶ τὴν ὀνομασίαν ἔσχεν ἡ πόλις. τινές φασι καὶ τὴν Ῥώμην καὶ τὴν Καρχηδόνα ἐπὶ τῆς πρώτης ὀλυμπιάδος κτισθῆναι. Σοφοκλῆς δὲ ἐπὶ τῶν καιρῶν Τριπτολέμου οἰκισθῆναι τὴν Καρχηδόνα, ἐν οἷς φησι Καρχηδόνος δὲ κράσπεδ, ἣν ἀσπάζομαι. Ἄλλως. ἀντήρη Σικελίας τὴν Λιβύην φησὶ καὶ τὴν Καρχηδόνα, παρόσον τὸ Λιλύβαιον ἀκρωτήριον τῆς Σικελίας καταντικρύ ἐστι Καρχηδόνος. ὁ δὲ Παρμενίσκος τὴν Σικελίαν ἀντήρη τῆς Φοινίκης φησίν.