Ancient Greek
ΕΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΤΡΩΙΑΔΑΣ.
Scholia In Euripidem, Scholia in Euripidis Troiades 228
Not analysed yet
228. Κρᾶθις: δύο εἰσὶ Κράθιδες, ὡς Ἰαρμενίσκος φησίν· ὁ μὲν ἀπὸ Πελοποννήσου τὰς πηγὰς ἔχων μέχρι Ἀρκαδίας, ὃς ἐμβάλλει τῷ Ἀλφειῷ, οὗ ἐάν τις τὸ ὕδωρ ἐπὶ πολὺν χρόνον ἀφῇ οὐ σήπεται, οὐδὲ ἐὰν ἀπʼ αὐτοῦ ἄρτοι πεφθῶσιν εὐρωτιῶσιν· ὁ δὲ ἐν Ἰταλία, οὗ νῦν μέμνηται ὁ Εὐριπίδης, ἐν ᾧ ἐάν τις λούσηται λελιπασμένος ἀνέρχεται, ὡς δοκεῖν ἠλεῖφθαι καὶ τὴν τρίχα ξανθίζειν, ὡς ἐν ὀλίγαις ἡμέραις τὸν λουόμενον ἐν αὐτῷ πυρρότριχα γίνεσθαι. ἔνιοι δέ φασι τὸν μὲν Κρᾶθιν τοῦτο μὴ ποιεῖν, τὸν δὲ ἐν Τροίᾳ βάνθον, ἀφʼ οὗ καὶ ὀνομάζεται Σκάμανδρος καλούμενος. τὸν δὲ Εὐριπίδην ἐπὶ τοῦ Κράθιδός φασι τοῦτο μετενηνοχέναι. ὁ δὲ Αἰσχρίων φησὶν ὅτι ἐν Πελοποννήσῳ ἦν Κρᾶθις καλούμενος ποταμὸς, ὃς ἐποίει τὰς κόμας ξανθὰς τῶν λουομένων. οἱ δὲ ἀκὸ Πελοποννήσου ἀποικίαν στειλάμενοι καὶ κτίσαντες Σύβαριν τὸν ἐκεῖ ποταμὸν ὠνόμασαν Κρᾶθιν. ἀπὸ οὖν τοῦ ἐν Πελοποννήσῳ ὁ Εὐριπίδης τοῦ ἐν Ἰταλίᾳ μέμνηται ὡς οὐ μόνον τὸ αὐτὸ ὄνομα ἔχοντος τῷ ἐν Ἀχαίᾳ ποταμῷ, ἀλλὰ καὶ τὴν δύναμιν.