# Scholia in Euripidis Troiades 244-323

Scholia In Euripidem, Scholia in Euripidis Troiades, 244 to 323. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidis-troiades/244

244. τίνα πότμος εὐτυχής: τίνα τῶν Τρῳάδων πότμος εὐτυχὴς ἐκδέχεται; 250. ἢ τᾷ Λακεδαιμονίᾳ: παρόσον ἡ Κλυταιμνήστρα Τυνδάρεω, οὕτος δὲ Λακεδαιμόνιος. 258. ἱεροὺς στολμούς: τὰς τῶν στεφάνων στολὰς ώσπερ ἔνδυσιν ποιούντων αὐτῇ. 267. τί θέσμιον: τί θεσμοποιὸν, θεμιτὸν, ἢ νόμος τῶν Ἑλλήνων. 268. εὐδαιμόνιζε παῖδα σήν: αἰνίττεται ὅτι τέθνηκεν, ἢ σαφῶς εἶπεν· καὶ ἡ Ἑκάβη οὔτε ἐστέναζεν οὕτε ἀπηλλάγη. εἴτε γὰρ οἶδεν οἰκτίσασθαι περὶ θυγατρὸς εἴτε μὴ οἶδεν, ἐρωτῆσαι καὶ μαθεῖν. 275. ἐγὼ δὲ τῷ πρόσπολος: τίνι δὲ ἐγὼ ἐκληρώθην δούλη, ἡ τριτοβάμονος βάκτρου δεομένη διὰ τὸ γηραιὸν κάρα· τρίτος γὰρ ποὺς ἡ βακτηρία. 285. ὃς πάντα κεῖθεν: τὰ μὲν ἐκεῖ διαβάλλων ἐνταῦθα ἀντίπαλα τίθησιν, αὖθις δὲ ἐκεῖ πολέμια τίθησι, δῆλον ὅτι τὸ ἐνταῦθα. τοῦτο γὰρ λείπει. 296. εἶτα τὰς εἰλεγμένας: τὰς κεκληρωμένας καὶ ἐκλελεγμένας τοῖς ἄλλοις δῶ. 301. αὐτῶν τʼ ἐκπυροῦσι: καίουσι, φησὶν, ἑαυτὰς ἐξελθεῖν μέλλουσαι τῶν οἴκων. Ἄλλως. διὰ τὸ μὴ εἰθίσθαι δουλεύειν καίουσιν ἑαυτάς. 303. δυσλόφως: ἀπὸ μεταφορᾶς τῶν ὑποζυγίων. 304. μὴ τὸ ταῖσδε: μὴ διὰ τὸ πρόσφορον ἑαυταῖς φονεύουσιν ἑαυτὰς καὶ λυπήσουσι τοὺς Ἕλληνας, κἀγὼ αἴτιός εἰμι. 308. ἄνεχε, πάρεχε: ὡς πρός τινα ποιεῖται τὸν λόγον δᾳδουχοῦντα· ἀναχώρει, φησὶ, καὶ πάρεχε ὁδόν. δύναται δὲ πρὸς ἑαυτὴν λέγειν ἀντὶ τοῦ ἄνεχε καὶ φέρε. 310. ὦ Ὑμὴν Ὑμέναι’: πρὸς Ὑμέναιον ἀποτείνεται διὰ τὸ μέλλειν γαμεῖν. καθαίρω, φησὶ, τὸ ἱερὸν, οὐχ ὅτι ἐν ἱερῷ ἦν, ἀλλʼ ὅτι μαινομένη ἐν ἱερῷ ἐνόμιζεν εἶναι. 315. ἐπεὶ σὺ, μῆτερ: ἐπεὶ σὺ, μῆτερ, περὶ τὸν ἴδιον ἄνδρα, πατέρα δὲ ἐμὸν, γίνῃ καταστενάζουσα αὐτὸν καὶ οὐ ποιεῖς τὰ μητέρων (νόμιμον γάρ ἐστι τῇ μητρὶ δᾳδουχεῖν ἐν τοῖς γάμοις τῶν θυγατέρων,) ἐγὼ τοῦτο ποιήσω ἐμαυτῷ. 321. ἐς αὐγάν: ὥστε αὐγὴν καὶ αἴγλην ποιεῖν σοὶ, ὦ Ὑμέναιε· ἢ σὺ, ὦ Ἑκάτη, διδοῦσα φῶς, ὥσπερ νόμος ἐστὶ τοῖς παρθένοις· ἔθος γὰρ εἶχον πῦρ ἀνάπτειν ἐπὶ τὸν γάμον. 323. ὦ Ἑκάτη: τὴν Ἑκάτην παρέμιξε διὰ τὸ μετʼ ὀλίγον ἀποθνήσκειν· χθονία δὲ ἡ θεός. ἢ ὅτι γαμήλιος ἡ Ἑκάτη.

---

Scholia in Euripidem, Scholia in Euripidis Troiades, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg012.local001/.
