# Scholia in Euripidis Troiades 451-516

Scholia In Euripidem, Scholia in Euripidis Troiades, 451 to 516. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidis-troiades/451

451. ὦ στέφη: ὦ στέφη τοῦ Ἀπόλλωνος, ἅπερ ἐστί μοι ἀγάλματα· ἀπορρίπτει δὲ τοὺς στεφάνους. 453. σπαραγμοῖς: σπαρασσόμενοι, φησὶν, οἱ στέφανοι ἴτε ἀπʼ ἐμοῦ. ἤδη δὲ διεκορεύθη ὑπὸ τοῦ Αἴαντος, καὶ πῶς λέγει ἑαυτὴν παρθένον; φαμὲν οὖν ὅτι, ὅσον τὸ κατʼ αὐτὴν ἧκεν, παρθένος ἦν· βίᾳ γὰρ διεκορεύθη. 456. οὐκέτʼ ἂν φθάνοις: κατʼ ἐρώτησίν φησιν, οὐκέτι φθάνεις με; καὶ τοῦτο λαμβάνεις ἐπὶ τὴν ναῦν προεπειγόμενος; ἢ ἀποφαντικῶς, ἐὰν μὴ νῦν με ἄγῃ, οὐκέτι ἔσται ἐπιτήδειος ἄνεμος. 457. τριῶν Ἐρινύν: τρεῖς γάρ εἰσιν Ἐρινύες, Ἀληκτὼ, Τισιφόνη, Μέγαιρα. πεποίηται δὲ τὰ ὀνόματα. 460. οὐ μακράν: λείπει ἡ εἰς· οὐκ εἰς μακρὰν, ὅ ἐστι μετ᾿ ὀλίγον. 463. δέσποιναν ὡς ἄναυδος: ὡσ. τιν. αὐτῆς ἐπιμελοῦμεν, πρὸς ἃς ποιεῖται τὸν λόγον. 466. οὔτοι φίλα: τὰ μὴ ὄντα φίλα οὐδέποτε ἔσται φίλα· οὐκοῦν οὐχ ἥδομαι ἐπὶ τῷ ἀναστῆναι· οὐ γὰρ φίλον. 467. κεῖσθαι πεσοῦσαν: τὸ ἑξῆς, ἐᾶτέ με κεῖσθαι πεσοῦσαν. 470. ὅμως δʼ ἔχει: ὅμως δὲ παραμυθία ἐστὶ τοῖς δυστυχοῦσιν ἀνακαλεῖσθαι τοὺς θεούς. 472. πρῶτον μὲν οὖν μοι: ἡδύ μοι, φησὶ, πρῶτον τὰ ἀγαθὰ ὑμνῆσαι· ὅτε γὰρ πρῶτον εἰς τὰ καλὰ μνημονεύσω, τῶν κακῶν τότε μείζονα οἶκτον κινῶ. 487. κοὔτ᾿ ἐξ ἐκείνων: καὶ οὔτε ἐκεῖναι ἐλπίζουσιν ἐμὲ ὄψεσθαι οὔτε ἐγὼ ἐκείνας. 489. τὸ λοίσθιον δὲ θριγκός: τὸ ἔσχατον πάντων κακῶν τὸ δοῦλον εἶναι, οἱονεὶ τὸ τέλος ἐστὶ, μεταφορικῶς ἀπὸ τῶν οἰκοδομημάτων· μετὰ γὰρ τὴν οἰκοδομὴν ἐπιτίθεται θριγκὸς, ὅπερ ἐστὶ τὸ γεῖσον. 496. τὸ ἑξῆς, τρυχηρὰ πέπλων λακίσματα, ἤγουν σχίσματα. 501. ἔλυσας συμφοραῖς: τουτέστιν ἐν ἀτυχίαις ἔλυσάς σου τὴν παρθενίαν, οὐδὲ ἐν εὐτυχίαις. 506. ἄγετε τὸν ἁβρὸν δήποτʼ: τὸν ἐμὸν πόδα πρώην ἁβρὸν ὄντα, νῦν δὲ δοῦλον, ἄγετε εἰς τὴν στιβάδα καὶ εἰς τὰ πέτρινα κρήδεμνα καὶ περιβόλαια. 511. ἀμφί μοι Ἴλιον: ποίησόν με ᾆσαι ἐπικήδειον μέλος εἰς τὴν Ἴλιον, ὅ ἐστι, περὶ τῆς Ἰλίου ποίησόν με θρηνῆσαι. 516. τετραβάμονος: ἀλληγορικῶς τὸν ἵππον τὸν δούρειον, τέσσαρας βάσεις ἔχοντα· ἀπήνην γὰρ τὸν ἵππον καλεῖ.

---

Scholia in Euripidem, Scholia in Euripidis Troiades, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg012.local001/.
