# Scholia in Euripidis Troiades 525-614

Scholia In Euripidem, Scholia in Euripidis Troiades, 525 to 614. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidis-troiades/525

525. τόδʼ ἱερόν: πρὸς ἑαυτοὺς δὲ, φησὶ, παρεκελεύοντο οἱ Τρῶες, τοῦτο τὸ ἱερὸν ξόανον, τὸν ἵππον, ἄγετε τῇ Ἀθηνᾷ. 532. πεύκᾳ ἐν οὐρείᾳ: ἐν τῇ οὐρείᾳ πεύκῃ· ξύλινος γὰρ ὁ ἵππος. 535. θέᾳ δώσων: καὶ ὁ Πρίαμος ἐξῆλθε τὴν βλάβην θεασόμενος. 536. καὶ χάριν ἄζυγος: καὶ χάριν ἀντὶ τοῦ τέρψιν, ἐπιτερπῶς θεασόμενος τὸν ἵππον. ἀμβρότα: ὡς ἱππότα, ἵνʼ ᾖ ἀμβρότου πώλου. 537. κλωστοῦ δʼ : καθάπερ ναὸς σκάφος κλωστοῦ λίνου ἀμφιβόλοις, ὅ ἐστι σχοινίοις, οὕτως ἐπὶ τὸν ἵππον ἐπέβαλον. 539. φοίνιά τε πατρίδι: ἀντὶ τοῦ φονίως, ἤτοι φοινιχθέντα. τοῦτο δὲ ἀπὸ τοῦ συμβεβηκότος λέγει. 541. ἐν δὲ πόνῳ: πόνῳ διὰ τὸ κεκμηκέναι ἐν τῷ ἕλκειν, χαρᾷ διὰ τὸ ἐλπίζειν τι ἀγαθὸν ἐνηνοχέναι. 547. ἐνὶ δόμοις δὲ παμφαὲς σέλας: τὸ δὲ σέλας τοῦ πυρὸς τὴν μέλαιναν αἴγλαν δέδωκε τῷ ὕπνῳ, ὅ ἐστι τὴν μέλαιναν κατάστασιν τῷ ὕπνῳ. ἔδωκε τὸ πῦρ ἀντὶ τοῦ διεδέξατο ἡ νὺξ τὸ πῦρ· σβεσθέντος γὰρ αὐτοῦ ἐκοιμήθησαν· οἷον ἐπὶ τῶν λαμπάδων καιομένων ἐκοιμήθησαν. ἰδίως δὲ αἴγλην εἶπε τῆς νυκτὸς τὸ φῶς. 562. σφαγαὶ δʼ ἀμφιβώμιοι: ἐκ δὲ τοῦ σφάζεσθαι ἐρημία παρηκολούθησεν, ἥτις τῇ μὲν Ἑλλάδι στέφανον ἔφερε, τῇ δὲ Τροίᾳ πένθος. 568. Ἑκάβη, λεύσσεις: ἀποθεωροῦσιν αἱ κατὰ τὸν χορὸν τὴν Ἀνδρομάχην παροδεύουσαν ἐπὶ ὀχήματος Ἑλληνικοῦ καὶ τὸν Ἀστυάνακτα αὐτῇ ἑπόμενον. 570. εἰρεσίᾳ: τῇ συζυγίᾳ. ἀπὸ μεταφορᾶς τῶν ἐρεσσόντων. 573. σκύλοις τε Φρυγῶν: τί παρακαθέζῃ τοῖς σκύλοις, ὡς καὶ σκύλων ὄντων μετʼ αὐτῆς, ἐν οἷς καὶ τὸ Ἕκτορος ὅπλον. 577. τί παιᾶν᾿ ἐμόν: ἐπειδὴ εἶκεν οἴμοι, λέγει, διὰ τί τὸν ἐμὸν θρῆνον θρηνεῖς; παιᾶνα δέ φησι κατὰ ἀντίφρασιν, ὡς τὸ ἅπας δʼ ἀνευφήμησεν οἰμωγῇ λεώς. 590. οἱ δὲ πόθοι μεγάλοι: ἃ ποθεῖτε μεγάλα ἐστὶν, ἡ μὲν Ἕκτορα, ἡ δὲ Πρίαμον. 592. δυσφροσύναις: κακοβουλίαις. καὶ ὁ Πάρις τεχθεὶς δυσφροσύναις τῶν θεῶν οὐκ ἀπώλετο. 601. δάκρυά τʼ ἐκ δακρύων: ὁ οἶκος αὐτὸς, φησὶν, ἐκ διαδοχῆς καὶ δακρύει καὶ θρηνεῖ. 614. ἄλλος τις Αἴας: τῆς σῆς θυγατρὸς φαίνεται καὶ δεύτερος Αἴας, ἐπειδὴ καὶ τότε οὗτος αὐτὴν ἐδίωξεν.

---

Scholia in Euripidem, Scholia in Euripidis Troiades, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg012.local001/.
