Ancient Greek · ~8 min
646 to 781
Scholia In Euripidem, Scholia in Euripidis Troiades 646-781
Not analysed yet
646. ὄλωλεν ὡς ὄλωλεν: ἐμοῦ ζώσης εὐτυχέστερον ἀπώλετο· τοῦ γὰρ αἰχμάλωτον δουλεύειν κρεῖσσον τὸ ἀποθανεῖν. 628. οὐ ταυτὸν, ὦ παῖ. τὸ βλέπειν: ἔθος ἐστὶ τῷ Εὐριπίδῃ τῷ βλέπειν χρῆσθαι ἀντὶ τοῦ ζῆν, ὡς καὶ ἀλλαχοῦ τὸ μὲν τέθνηκε σῶμα, τοῦτο δʼ αὖ βλέπει. 630. ὦ μῆτερ ὦ τεκοῦσα: οὐ στοχάζεται τῶν ὑποκειμένων προσώπων. καὶ γὰρ νῦν ἡ Ἀνδρομάχη τὰ αὐτὰ φιλοσοφεῖ ἅπερ καὶ ἔμπροσθεν ἡ Κασάνδρα. 636. κείνη δʼ ὁμοίως: ἡ δὲ Πολυξένη ὥσπερ μὴ ἰδοῦσα τὸ φῶς καὶ μὴ αἰσθανομένη τέθνηκεν. 638. ἐγὼ δὲ τοξεύσασα: μεταφορικῶς φησιν, ἐγὼ δὲ τοξεύσασα καὶ βαλοῦσα τὸν σκοπὸν τῆς εὐδαιμονίας κατὰ τὸ πλεῖστον τῆς τύχης ἥμαρτον. ἢ οὕτως, ἐγὼ δὲ ἐπὶ τὴν εὐδοξίαν βαλοῦσα καὶ τῆς τύχης ἐτύγχανον συγκυρούσης, ὡς καὶ παῤ Ὁμήρῳ τὸ ἁμαρτάνω ἐπὶ τοῦ συγκυρῶ τίθεται. 642. πρῶτον μὲν ἔνθα: πρῶτον μὲν κἂν ᾖ κἂν μὴ ᾖ ψόγος ταῖς γυναιξὶν, ὅμως κακῶς αὐτὰς ἀκούειν δεῖ, ὅταν μὴ μένωσιν οἴκοι. 645. τούτου παρεῖσα πόθον: τοῦ ἐξέρχεσθαι ἀπὸ τῶν οἴκων ἐάσασα τὴν ἐπιθυμίαν ἀντὶ τοῦ μὴ ἐξερχομένη. 650. ᾔδειν δʼ ἁμὲ χρή: εἰς ἃ ἐχρῆν, κἀκείνῳ ὧν ἐχρῆν τὴν νίκην ἐᾶν. 652. καὶ τῶνδε κληδών: τούτων τῶν ἔργων καὶ τῆς εὐκοσμίας ἡ κληδὼν ἐλθοῦσα εἰς τοὺς Ἕλληνας ἀπώλεσέ με. 653. ᾑρέθην: τὴν γὰρ ἀρίστην ἔκρινεν αὐτὸς λαβεῖν ὁ Νεοπτόλεμος. 655. αὐθεντῶν δόμοις: τοῖς τῶν φονέων οἴκοις· αὐθέντας γὰρ λέγουσι τοὺς ἑκουσίῳ φόνῳ μετερχομένους, καὶ αὐτοέντας τοὺς αὐτόχειρας λέγουσιν. 681. αὐτὴ μὲν οὔπω ναός: ἐγὼ μὲν οὐδέποτε εἰς νῆα εἰσέβην, γραφῇ δὲ μόνον καὶ ἀκοῇ οἶδα. εἰκάσαι δὲ βούλεται τὰ κατὰ τὴν ναῦν τοῖς ἑαυτῆς κακοῖς· ὥσπερ γὰρ οἱ ἐν νηὶ μετρίων ὄντων πόνων ἐλπίδα ἔχουσι σώζεσθαι, εἰ δὲ βία συμβῆ ἀπελπίζουσι τῆς ζωῆς, οὕτως κἀγὼ ἀπήλπισα. 703. Φρυγῶν ἀρίστου: μήποτε οὐχ ὁ Ταλθύβιος, ἀλλ᾿ ἄλλος τις ταῦτα λέγει. καὶ γὰρ οὐ λάτριν, ἀλλʼ ὀνομαστὶ Ταλθύβιον καλεῖν εἴωθεν. 781. τὰ δὲ τοιάδε: τὰ δὲ τοιαῦτα ἐπιτάγματα χρὴ ποιεῖν, ὅσοι ἀναιδεῖς εἰσι καὶ φίλοι τῇ ἀναιδείᾳ.