# Scholia in Euripidis Troiades 983-1051

Scholia In Euripidem, Scholia in Euripidis Troiades, 983 to 1051. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidis-troiades/983

983. Κύπριν δʼ ἔλεξας: ἐλθεῖν δὲ τὴν Κύπριν ἔλεξας εἰς τοὺς Μενελάου δόμους σὺν τῷ ἐμῷ παιδὶ, ἅπερ γέλως εἴη. 988. ὁ σὸς δʼ ἰδών νιν: σὺ κατὰ τὸν ἐκπτοηθέντα νοῦν ἀναπλάσσῃ Κύπριν ποιοῦσα. ὁ δὲ νοῦς οὕτως, ὁ δὲ σὸς νοῦς ἰδῶν τὸν Ἀλέξανδρον ἐποιήθη Κύπρις, οἷον ἐμωράνθη καὶ εἰς ἀκολασίαν ἐτράπη· ἡ γὰρ Ἀφροδίτη ἐπὶ ἀσελγείας λαμβάνεται. 989. τὰ μῶρα γάρ: συνεχῶς ὁ Εὐριπίδης μῶρα λέγει τὰ ἀκόλαστα καὶ κατωφερῆ. καὶ νῦν τοῦτό φησιν, ὅτι τὴν σαυτῆς ἀκολασίαν εἰς τὴν θεὸν ἀποτρίβει· πάντα γὰρ τὰ ἀκόλαστα Ἀφροδίτη λέγεται. 990. καὶ τοὔνομʼ ὀρθῶς: τὴν Ἀφροδίτην ἐτυμολογοῦσιν οἱ μὲν παρὰ τὸν ἀφρὸν τὸν ἐν τῇ συνουσίᾳ, οἱ δὲ παρὰ τὸν ἐν τῇ θαλάττῃ ἀφρὸν, ὡς Ἡσίοδος ἐν Θεογονίᾳ· οἱ δὲ ἀφόρητόν τινα εἶναι, ὡς αὐτός φησι Κύπρις γὰρ οὐ φορητὸς, ἢν πολλὴ ῥυῇ. οἱ δὲ Ἁβροδίτην ἁβροδίαιτόν τινα οὖσαν· μόνη γὰρ οὐκ οἶδε πολεμικὰ ἔργα. 995. χρυσῷ ῥέουσαν: ἤλπισας τὴν Τροίαν χρυσῷ ῥέουσαν ταῖς δαπάναις πλημμυρεῖν. 1006. ἀνταγωνιστὴν μέγαν: ἀντεραστήν· λυποῦνται γὰρ οἱ ἐρῶντες, ὅταν οἱ ἀντερασταὶ ἐπαινῶνται. 1008. εἰς τὴν τύχην δʼ ὁρῶσα: πρὸς τὴν τύχην ἑκάστου ἐφέρου καὶ τὸν εὐτυχοῦντα ἐπῄνεις. 1010. κἄπειτα πλεκταῖς: καθόλου νῦν παρὰ τὸ προσῆκον ἡ Ἑκάβη δικαιολογεῖ, ὡς φησιν νικτην ὁ ποιητής. εἰσὶ δὲ αἱ τοιαῦται ἐπιχειρήσεις ἀμάρτυροι πίστεις. 1030. στεφάνωσον Ἑλλάδʼ: εὐήθης ἡ κάβη. ἀπὸ γὰρ τῆς ἐμβολῆς τοῦ ξίφους ἐχρῆν ἐπιγνῶναι τὴν διάθεσιν τοῦ ἀνδρὸς, ὡς ἐν τῇ Ἀνδρομάχῃ οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών. 1034. ἀφελοῦ πρὸς Ἑλλάδος: ἀφελοῦ τὸ θῆλυ, τουτέστιν μὴ θηλυνθῇς, ἀνελὼν δὲ ταύτην σεαυτὸν ἀπαλλάξεις ψόγου. 1036. ἐμοὶ σὺ συμπέπτωκας: πρὸς τὴν Ἑκάβην φησί· συμφωνεῖς νεῖς μοι λέγουσα τὰ τοιαῦτα, ἑκουσίᾳ ἐξελθεῖν τῶν ἐμῶν οἴκων καὶ μάτην τὴν Κύπριν προβάλλεσθαι. 1037. ἑκουσίως τήνδʼ ἐκ δόμων: ἑκουσίως ἔπλευσε, κόμπου δὲ χάριν ἡ Ἀφροδίτη τοῖς λόγοις αὐτῆς ἐμβέβληται. 1049. μὴ νῦν: καὶ τοῦτο γέλοιον, γελοιότερος δὲ ὁ ἀντερῶν. 1051. οὐκ ἔστʼ: ὁ στίχος οὗτος ἐν παροιμίαις φέρεται.

---

Scholia in Euripidem, Scholia in Euripidis Troiades, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg012.local001/.
