Ancient Greek · ~16 min
I.
Scholia In Euripidem, Vitae Euripidis I..1
Not analysed yet
ΕΥΡΠΠΔΗΣ ὁ ποιητὴς υίὸς ἐγένετο Μνησάρχου καπήλου καὶ Κλειτοῦς λαχανοπώλιδος, Ἀθηναῖος μὲν, ἐγεννήθη δὲ ἐν Σαλαμῖνι ἐπὶ Καλλιάδου ἄρχοντος κατὰ τὴν οε΄ ὀλυμπιάδα, ὅτε ἐναυμάχησαν τοῖς Πέρσαις οἱ Ἕλληνες. ἤσκησε δὲ κατʼ ἀρχὰς μὲν παγκράτιον ἢ πυγμὴν, τοῦ πατρὸς αὐτοῦ χρησμὸν λαβόντος ὅτι στεφανηφόρους ἀγῶνας νικήσει. καί φασιν αὐτὸν Ἀθήνησι νικῆσαι. ἀναγνοὺς δὲ ἐπὶ τραγῳδίαν ἐτράπη, καὶ πολλοὺς προσεξεῦρε λόγους, φυσιολογίας, ῥητορείας, ἀναγνωρισμοὺς, ὡς δὴ ἀκουστὴς γενόμενος Ἀναξαγόρου καὶ Προδίκου καὶ Πρωταγόρου καὶ Σωκράτους ἑταῖρος. δοκεῖ δὲ αὐτῷ καὶ Σωκράτης ὁ φιλόσοφος καὶ Μνησίλοχος συμπεποιηκέναι τινὰ, ὥς φησι Τηλεκλείδης Μνησίλοχός ἐστʼ ἐκεῖνος, ὃς φρύγει τι δρᾶμα καινὸν Εὑριπίδῃ, καὶ Σωκράτης τὰ φρύγανʼ ὑποτίθησιν. οἱ δὲ τὰ μέλη φασὶ Κηφισοφῶντα ποιεῖν ἢ Τιμοκράτην Ἀργεῖον. φασὶ δὲ αὐτὸν καὶ ζωγράφον γενέσθαι καὶ δείκνυσθαι αὐτοῦ πινάκια ἐν Μεγάροις· γενέσθαι δὲ αὐτὸν καὶ πυρφόρον τοῦ Ζωστηρίου Ἀπόλλωνος, γεννηθῆναι δὲ τῇ αὐτῇ ἡμέρᾳ καὶ Ἑλλάνικον ἐν ᾗ ἐνίκων τὴν περὶ Σαλαμῖνα ναυμαχίαν οἱ Ἕλληνες, ἄρξασθαι δὲ ἀγωνίζεσθαι γενόμενον ἐτῶν κϚ΄. μετέστη δὲ ἐν Μαγνησίᾳ καὶ προξενίᾳ ἐτιμήθη καὶ ἀτελείᾳ. ἐκεῖθεν δὲ εἰς Μακεδονίαν περὶ Ἀρχέλαον γενόμενος διέτριψε καὶ χαριζόμενος αὐτῷ δρᾶμα ὁμωνύμως ἔγραψε, καὶ μάλα ἔπραττε παῤ αὐτῷ, ὅτε καὶ ἐπὶ τῶν διοικήσεων ἐγένετο. ἐλέγετο δὲ καὶ βαθὺν πώγωνα θρέψαι καὶ ἐπὶ τῆς ὄψεως φακοὺς ἐσχηκέναι, γυναῖκα δὲ γῆμαι πρώτην Μελιτὼ, δευτέραν δὲ Χοιρίλην. καὶ υἱοὺς κατέλιπε τρεῖς, Μνησαρχίδην πρεσβύτερον, ἔμπορον, δεύτερον δὲ Μνησίλοχον, ὑποκριτὴν, νεώτερον δὲ. Εὐριπίδην, ὃς ἐδίδαξε τοῦ πατρὸς ἔνια δράματα. ἤρξατο δὲ διδάσκειν ἐπὶ Καλλίου ἄρχοντος κατὰ ὀλυμπιάδα πά΄ ἔτει α΄, πρῶτον δὲ ἐδίδαξε τὰς Πελιάδας, ὅτε καὶ τρίτος ἐγένετο. τὰ πάντα δʼ ἦν αὐτῷ δράματα Ϟβ΄, σώζεται δὲ οη΄. τούτων νοθεύεται τρία, Τέννης, Ῥαδάμανθυς, Πειρίθους. ἐτελεύτησε δὲ, ὥς φησι Φιλόχορος, ὑπὲρ τὰ ο΄ ἔτη γεγονὼς, ὡς δὲ Ἐρατοσθένης, οε΄, καὶ ἐν Μακεδονίᾳ ἐτάφη. κενοτάφιον δὲ αὐτοῦ ἐν Ἀθήνησιν ἐγένετο, καὶ ἐπίγραμμα ἐπεγέγραπτο Θουκυδίδου τοῦ ἱστοριογράφου ποιήσαντος ἢ Τιμοθέου τοῦ μελοποιοῦ· μνῆμα μὲν Ἑλλὰς ἅπασ᾿ Εὐριπίδου, ὀστέα δʼ ἴσχει γῆ Μακεδών· τῇ γὰρ δέξατο τέρμα βίου. πατρὶς δʼ Ἑλάδος Ἑλλὰς, Ἀθῆναι. πλεῖστα δὲ Μούσας τέρψας ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει. Φασὶ δὲ καὶ κεραυνωθῆναι ἀμφότερα μνημεῖα. λέγουσι δὲ καὶ Σοφοκλέα, ἀκούσαντα ὅτι ἐτελεύτησε, αὐτὸν μὲν ἱματίῳ φαιῷ προελθεῖν, τὸν δὲ χορὸν καὶ τοὺς ὑποκριτὰς ἀστεφανώτους εἰσαγαγεῖν ἐν τῷ προαγῶνι καὶ δακρῦσαι τὸν δῆμον. ἐτελεύτησε δὲ τὸν τρόπον τοῦτον. ἐν τῇ Μακεδονίᾳ κώμη ἐστὶ καλουμένη Θρᾳκῶν διὰ τό ποτε κατῳκηκέναι ἐνταῦθα Θρᾷκας. ἐν ταύτῃ ποτὲ τοῦ Ἀρχελάου Μολοττικὴ κύων ἦλθεν ἀποπλανηθεῖσα. ταύτην Θρᾷκες, ὡς ἔθος, θύσαντες ἔφαγον. καὶ δὴ ὁ Ἀρχέλαος ἐζημίωσεν αὐτοὺς ταλάντῳ. ἐπεὶ οὖν οὐκ εἶχον, Εὐριπίδου ἐδεήθησαν ἀπολύσεως τυχεῖν, δεηθέντος τοῦ βασιλέως. χρόνῳ δὲ ὕστερον Εὐριπίδου ἐν ἄλσει τινὶ πρὸ τῆς πόλεως ἠρεμοῦντος, Ἀρχελάου δὲ ἐπὶ κυνηγέσιον ἐξελθόντος, τῶν σκυλάκων ἀπολυθέντων ὑπὸ τῶν κυνηγῶν καὶ περιτυχόντων Εὐριπίδῃ, διεσπαράχθη καταβρωθεὶς ὁ ποιητής. ἦσαν δὲ ἔκγονοι οἱ σκύλακες τῆς ὑπὸ Θρᾳκῶν ἀναιρεθείσης κυνὸς, ὅθεν καὶ ἡ παροιμία ἐστὶ παρὰ τοῖς Μακεδόσι, κυνὸς δίκη. ἔσκωπτε δὲ τὰς γυναῖκας διὰ ποιημάτων διʼ αἰτίαν τοιαύτην. εἶχεν οἰκογενὲς μειράκιον ὀνόματι Κηφισοφῶντα. πρὸς τοῦτον ἐφώρασε τὴν οἰκείαν γυναῖκα ἀτακτοῦσαν. τὸ μὲν οὖν πρῶτον ἀπέτροπεν ἁμαρτάνειν· ἐπεὶ δʼ οὐκ ἔπειθε, κατέλιπεν αὐτῷ τὴν γυναῖκα, βουλομένου αὐτὴν ἔχειν τοῦ Κηφισοφῶντος. λέγει οὖν καὶ ὁ Ἀριστοφάνης Κηφισοφῶν ἄριστε καὶ μελάντατε, σὒ δὴ συνέζης ὡς τὰ πόλλʼ Εὐριπίδῃ καὶ συνεποίεις ὡς φησὶ καὶ τὴν μελῳδίαν. λέγουσι δὲ καὶ ὅτι αἱ γυναῖκες διὰ τοὺς ψόγους, οὓς ἐποίει εἰς αὐτὰς διὰ τῶν ποιημάτων, τοῖς θεσμοφορίοις ἐπέστησαν αὐτῷ βουλόμεναι ἀνελεῖν, ἐφείσαντο δʼ αὐτοῦ πρῶτον μὲν διὰ τὰς Μούσας, ἔπειτα δὲ βεβαιωσαμένου μηκέτι αὐτὰς κακῶς ἐρεῖν. ἐν γοῦν τῇ Μελανίππῃ περὶ αὐτῶν τάδε φησὶ μάτην ἄῤ ἐς γυναῖκας ἐξ ἀνδρῶν ψόγος ψάλλει κενὸν τόξευμα καὶ κακῶς λέγει· αἱ δʼ εἴσʼ ἀμείνους ἀρσένων. ἐγὼ λέγω καὶ τὰ ἑξῆς. οὕτω δʼ αὐτὸν Φιλήμων ἠγάπησεν ὡς τολμῆσαι περὶ αὐτοῦ θανόντος εἰπεῖν εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες αἴσθησιν εἶχον, ἄνδρες ὥς φασίν τινες, ἀπηγξάμην ἂν, ὥστ᾿ ἰδεῖν Εὐριπίδην.