# Vitae Euripidis V.

Scholia In Euripidem, Vitae Euripidis, V.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/vitae-euripidis/V.

Μανουὴλ τοῦ Μοσχοπούλου σύνοψις τοῦ βίου τοῦ Εὐριπίδου. Εὐριπίδης Μνησάρχου ἢ Μνησαρχίδου καὶ Κλειτοῦς, οἳ φεύγοντες εἰς Βοιωτίαν μετῴκησαν, εἶτα ἐν τῇ Ἀττικῇ. οὐκ ἀληθὲς δὲ ὡς λαχανόπωλις ἦν ἡ μήτηρ αὐτοῦ· καὶ γὰρ τῶν σφόδρα εὐγενῶν ἐτύγχανεν οὖσα, ὡς Φιλόχορος ἀποδείκνυσιν. ἐν δὲ τῇ διαβάσει Ξέρξου ἐκυοφορεῖτο ὑπὸ τῆς μητρὸς, ἐτέχθη δὲ καθʼ ἢν ἡμέραν Ἕλληνες ἐτρέψαντο τοὺς Πέρσας. γέγονε δὲ τὰ πρῶτα ζωγράφος, εἶτα μαθητὴς Προδίκου ἐν τοῖς ῥητορικοῖς, Σωκράτους δὲ ἐν τοῖς ἠθικοῖς καὶ φιλοσόφοις. διήκουσε δὲ καὶ Ἀναξαγόρου τοῦ Κλαζομενίου. ἐπὶ τραγῳδίαν δὲ ἐτράπη τὸν Ἀναξαγόραν ἰδὼν ὑποστάντα κινδύνους διʼ ἅπερ εἰσῆξε δόγματα. σκυθρωπὸς δὲ τὸ εἶδος ἦν καὶ ἀμειδὴς καὶ φεύγων τὰς συνουσίας, ὅθεν καὶ μισογύνης ἐδοξάσθη· ἔγημε δὲ ὅμως πρώτην μὲν Χοιρίλην, θυγατέρα Μνησιλόχου, ἐξ ἧς ἔσχε Μνησίλοχον καὶ Μνησαρχίδην καὶ Εὐριπίδην. ἀπωσάμενος δὲ ταύτην ἔσχε καὶ δευτέραν, καὶ ταύτης ὁμοίως ἀκολάστου πειραθεὶς, μεταναστὰς ἀπʼ Ἀθηνῶν ἦλθε πρὸς Ἀρχέλαον τὸν βασιλέα τῶν Μακεδόνων, παῤ ᾧ διῆγεν ἄκρας ἀπολαύων τιμῆς. ἐτελεύτησε δὲ ἐξ ἐπιβουλῆς Ἀρριβαίου τοῦ Μακεδόνος καὶ Κρατεύα τοῦ Θετταλοῦ, ποιητῶν ὄντων καὶ φθονησάντων αὐτῷ καὶ πεισάντων τὸν βασιλέως οἰκέτην, ὄνομα Λυσίμαχον, δέκα μνῶν ἀγορασθέντα, τοὺς βασιλικοὺς σὓς αὐτὸς ἔτρεφε κύνας ἐπαφεῖναι τῷ Εὐριπίδῃ. ἕτεροι δὲ ἱστόρησαν οὐχ ὑπὸ κυνῶν, ἀλλʼ ὑπὸ γυναικῶν αὐτὸν διασπασθῆναι πορευόμενον ἀωρὶ πρὸς Κρατερὸν τὸν ἐρώμενον Ἀρχελάου (καὶ γὰρ σχεῖν αὐτὸν καὶ περὶ τοὺς τοιούτους ἔρωτας), οἱ δὲ πρὸς τὴν γαμετὴν Νικοδίκου τοῦ Ἀρεθουσίου. ἔτη δὲ βεβιωκέναι φασὶν αὐτὸν οε΄, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐν Πέλλῃ μετακομίσαι τὸν βασιλέα. δράματα δὲ αὐτοῦ κατὰ μέν τινας οε΄, κατὰ δὲ ἄλλους Ϟβ. σώζονται δὲ οζ΄. νίκας δὲ εἵλετο πέντε, τὰς μὲν τέσσαρας περιὼν, τὴν δὲ μίαν μετὰ τὴν τελευτὴν, ἐπιδειξαμένου τὸ δρᾶμα τοῦ ἀδελφιδοῦ αὐτοῦ Εὐριπίδου. ἐπεδείξατο δʼ ὅλους ἐνιαυτοὺς κβ΄. τελευτᾶ δὲ ἐπὶ τῆς Ϟγ΄ ὀλυμπιάδος.

---

Scholia in Euripidem, Vitae Euripidis, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg010.local001/.
