Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.1
Not analysed yet
1. ΜΗΝΙΝ ἄειδε] ζητοῦσι διὰ τί ἀπὸ τῆς μήνιδος ἤρξατο, οὕτως δυσφήμου ὀνόματος. διὰ δύο ταῦτα, πρῶτον μὲν, ἵνʼ ἐκ τοῦ πάθους ἀποκαθαρεύσῃ τὸ τοιοῦτο μόριον τῆς ψυχῆς, καὶ προσεκτι- κωτέρους τοὺς ἀκροατὰς ἐπὶ τοῦ μεγέθους ποιήσῃ, καὶ προεθίσῃ φέρειν γενναίως ἡμᾶς τὰ πάθη, μέλλων πολέμους ἀπαγγέλλειν· δεύτερον δὲ, ἵνα τὰ ἐγκώμια τῶν Ἑλλήνων πιθανώτερα ποιήσῃ. ἐπεὶ δὲ ἔμελλε νικῶντας ἀποφαίνειν τοὺς Ἕλληνας, εἰκότως οὐ κατα- τρέχει, ἀξιοπιστότερον ἐκ τοῦ μὴ πάντα χαρίζεσθαι τῷ ἐκείνων ἐπαίνῳ. ἤρξατο μὲν ἀπὸ μήνιδος, ἐπείπερ αὕτη τοῖς πρακτικοῖς ὑπόθεσις γέγονεν. ἄλλως τε καὶ τραγῳδίαις τραγικὸν ἐξεῦρε προοίμιον· καὶ γὰρ προσεκτικοὺς ἡμᾶς ἡ τῶν ἀτυχημάτων διήγησις ἐργάζεται, καὶ ὡς ἄριστος ἰατρὸς πρῶτον ἀναστέλλων τὰ νοσήματα τῆς ψυχῆς ὕστερον τὴν ἴασιν ἐπάγει. Ἑλληνικὸν δὲ τὸ πρὸς τέλει τὰς ἡδονὰς ἐπάγειν. ἰστέον δὲ ὅτι ὥσπερ ἐπὶ συκῆς πρῶτον μέν ἐστιν ὄλυνθος, εἶτα φήληξ, σῦκον, ἰσχὰς, οὕτω πρῶτον ὀργὴ, θυμὸς, χόλος, κότος, μῆνις. ὅμως ὁ ποιητὴς ὡς συνωνύμοις ὀνόμασιν ἐπὶ Ἀχιλλέως χρῆται. “ἠὲ χόλον παύσειεν ἐρητύσειέ τε θυμόν” (192)· “οὐδʼ ὄθομαι κοτέοντος” (180)· “αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος” (488). μῆνιν] παρὰ τὸ μένω μῆνις ὡς ἔνος ἦνις. οἱ δὲ περὶ Γλαύκωνα τὸν Ταρσέα ἠξίουν ὀξύνειν τὸ ὄνομα, οὐκ ὀρθῶς. διὰ τί εὐθὺς ἀπὸ τῶν τελευταίων τοῦ πολέμου ἤρξατο; καί φα- μεν ὅτι ἅπας μὲν ὁ χρόνος ὁ πρὸ τοῦ δεκάτου ἔτους οὐκ ἔσχεν οὕτω σννεχεῖς τὰς μάχας, διὰ τὸ καὶ τοὺς Τρῶας αὐτοὺς φόβῳ τοῦ Ἀχιλ- λέως ἐντὸς κατακεκλεῖσθαι τοῦ τείχους· τὸ δὲ δέκατον ἔτος πλείονας ἔσχε τὰς πράξεις καὶ τοὺς πολέμους ἰσοπάλους, τοῦ Ἀχιλλέως ὀργιζομένου· ὁ δὲ ποιητὴς οἰκονομικῶς κἀν τούτῳ ἤρξατο μὲν ἀπὸ τῶν τελευταίων, διὰ δὲ τῶν σποράδην αὐτῷ λεχθέντων περιέλαβε καὶ τὰ πρὸ τούτου πραχθέντα. ἄειδε] ὅτι κατὰ τὴν ποιητικὴν ἤτοι ἄδειαν ἢ συνήθειαν λαμβάνει τὰ προστακτικὰ ἀντὶ εὐκτικῶν· καὶ γὰρ Ἡσίοδός φησι “δεῦτε δὴ ἐννέπετε” (O. 2), καὶ Πίνδαρος “μαντεύεο Μοῦσα” (fr. 118), καὶ Ἀντίμαχος ὁ Κολοφώνιος “ἐννέπετε Κρονίδαο Διὸς μεγάλοιο θύγατρες.” δεύτερον δὲ, ὅτι οὐ κατὰ ἀλήθειαν ταῖς Μούσαις ἐπι- τάσσουσιν, ἀλλʼ ἑαυτοῖς. θεά] οὕτως εἴωθε τὴν Μοῦσαν καλεῖν. ἀμέλει καὶ ἐν Ὀδυσσείᾳ “ἄνδρα μοι ἔννεπε Μοῦσα.” Ἀχιλῆος] οὕτως ἀναγνωστέον διὰ τοῦ ἑνὸς λ, καὶ διὰ τὸ μέτρον καὶ διὰ τὸ ἄχος (ὅ ἐστι λύπην) ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν. οἱ δὲ παρὰ τὸ μὴ θιγεῖν χείλεσι θηλῆς· ὅλως γὰρ οὐ μετέσχε γάλακτος. *ὁ Κοτιαεὺς Ἀχιλῆος· διὰ τὸ μέτρον ἓν λ γράφεται καὶ τὸ Κάμανδρος ἀντὶ τοῦ Σκάμανδρος γράφεται.