# Scholia in Iliadum 1.1-10

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Κ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.1-10

1. ἄλλοι μὲν—εὗδον] εἰκότως· ἀμφότερα γὰρ ὕπνου ἀγωγὰ, καὶ ὁ ἐκ τῆς μάχης κάματος καὶ ἡ ἐπὶ τῇ ἥττῃ δυσθυμία. παρὰ νηυσί δὲ λέγει, ἐπεὶ οἱ φύλακες ἐκτὸς τῶν νεῶν ἦσαν, οἷς τὸ ἐγρηγορέναι ἀναγκαῖον. οὕτε δὲ οἱ ἀριστεῖς διʼ ὅλης τῆς νυκτὸς ἐκάθευδον, ἀλλ’ Ομηρος τὸ παννύχιοι καὶ πανημέριοι εἴωθε τιθέναι καὶ ἐπὶ τῶν κατὰ μέρος· “παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο ψυχὴ ἐφεστή- κει” (Il. 23, 105)· “ παννύχιοι μὲν ἔπειτα καρηκομόωντες Ἀχαιοί” (Il. 7, 476)· “οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο” (Il. 1, 472). παραιτητέον τοὺς γράφοντας, ὧν ἐστὶ καὶ Ζηνόδοτος, ὦλλοι μέν, ἢ καὶ τοὺς ὁπωσοῦν βουλομένους δασύνειν· ἔστι γὰρ ὁ ποιητὴς παρα- λειπτικὸς τῶν ἄρθρων.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
