# Scholia in Iliadum 1.1-12-6

Scholia in Homerum, Scholia in Iliadum, 1.1 to 1.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.1-12

1. Μενοιτίου ἄλκιμος υἱός] Πάτροκλος ὁ Μενοιτίου τρεφόμενος ἐν Ὀποῦντι τῆς Λοκρίδος περιέπεσεν ἀκουσίῳ πταίσματι· παῖδα γὰρ ἡλικιώτην Ἀμφιδάμαντος οὐκ ἀσήμου Κλεισώνυμον, ἢ ὥς τινες Αἰάνην, περὶ ἀστραγάλων ὀργισθεὶς ἀπέκτεινεν. ἐπὶ τούτῳ δὲ φυγὼν εἰς Φθίαν ἀφίκετο, κἀκεῖ κατὰ συγγένειαν Πηλέως Ἀχιλλεῖ συνῆν. φιλίαν δʼ ὑπερβάλλουσαν πρὸς ἀλλήλους διαφυλάξαντες ὁμοῦ ἐπὶ Ἴλιον ἐστράτευσαν. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ. 2. ὅτι τὰ ἄμα γινόμενα οὐ δύναται ἅμα ἐξαγγέλλειν· ἐν ὅσῳ δὲ οὗτος ἰᾶτο, ἐκεῖνοι ἐμάχοντο. 4. πλάσας τεῖχος ὁ ποιητὴς εἰς τιμὴν τοῦ Ἀχιλλέως, μετὰ τοῦτο ἀπολλύμενον αὐτὸ εἰσάγει, ἵνα μὴ ἐλέγχηται αὐτοῦ τὸ ψεῦδος ὡς μὴ γενομένου ὑπὸ τῶν μεταγενεστέρων. καὶ τὴν ἀπώλειαν αὐτοῦ εἶπεν. 5. βέλτιον τὸ εὐρύ τοῖς ἐπάνω συνάπτειν· ἀμφίβολον δὲ πότερον ὕπερθεν εὐρύ· ἀρετὴ γὰρ τείχους ἕως ἄνω πεπλατύνθαι· ἢ, ὃ καὶ βέλτιον, ὕπερθε τῆς τάφρου· ταύτης γὰρ ὑπέρκειται. 6, 7. τὸ ἑξῆς ἀμφίβολον· ἤτοι γὰρ οὕτως ἔχει, τὸ ποιήσαντο νεῶν ὕπερ, ὄφρα σφιν νῆάς τε· ἢ οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμ- βας, ὄφρα σφιν νῆάς τε θοάς· ὃ καὶ βέλτιον. εἰ δὲ διὰ μέσου εἴη, οὐδὲ θεοῖς δόσαν, οὕτω καὶ διορθωθήσεται. 10, 11. ὑποστικτέον ἐπὶ τὸ ἔην καὶ Ἀχιλλεύς καὶ ἔπλε· ἡ γὰρ ἀνταπόδοσις “τόφρα δὲ καὶ μέγα τεῖχος,” τοῦ δέ περισσεύ- οντος κατὰ τὸ σύνηθες.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
