# Scholia in Iliadum 1.100-3

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Ε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.100-3

219. νὼ] τὸ νώ βαρυτονητέον. ἅπαξ δὲ ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ τῷ νώ ἐχρήσατο κατʼ αἰτιατικὴν πτῶσιν, ὥσπερ καὶ ἐνθάδε “νὼ ἀναβησόμενοι” (Od. 15, 475). ὁπότε μέντοι γε σὺν τῷ ῑ λέγεται, καὶ ἐπʼ εὐθείας αὐτὸ τάσσει καὶ ἐπʼ αἰτιατικῆς, καὶ προπερισπᾶται· “νῶϊ δʼ ἐγὼ Σθένελος” (Il. 9, 48) καὶ “οὐδʼ ἂν νῶϊ διαδράκοι ἠέλιός περ” (Il. 14, 344). περὶ δὲ τῆς τάσεως τοῦ μονοσυλλάβου, διὰ τί οὐ περιεσπάσθη, ἐν τῷ περὶ ἀντωνυμιῶν (p. 110 = 370) δηλοῦται. καὶ τάχα ἐπεὶ οὐδὲν δυϊκὸν εἰς ῶ λῆγον περισπᾶται· οὕτως γὰρ ἔχει καὶ τὸ σφώ, τασσόμενον καὶ ἐπʼ εὐθείας καὶ ἐπʼ αἰτιατικῆς· καὶ παρʼ αὐτῷ “σφὼ δὲ μάλʼ ἠθέλετον ” (Il. 11, 782) “Ζεὺς σφὼ ἐς Ἴδην” (Il. 15, 146).

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
