# Scholia in Iliadum 1.101-4-108

Scholia in Homerum, Scholia in Iliadum, 1.101 to 1.108. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.101-4

183. *γαιηόχῳ] ἐπεὶ παρὰ θάλασσαν ἐβάδιζον, διὰ τοῦτο τῷ Ποσειδῶνι εὔχονται. 184. *πεπιθεῖν] περισπαστέον· δεύτερος γὰρ ἀόριστός ἐστιν. 187. ζυγὸν] ζυγὸς ὁ πῆχυς τῆς κιθάρας, ᾧ ἔγκεινται οἱ κόλλα- βοι. οὕτω δὲ λέγονται οἱ πάσσαλοι ὧν ἐξάπτονται αἱ χορδαὶ, παρὰ τὸ κεκολλῆσθαι. 188. ἐξ ἐνάρων] ὅτι ἀστεῖον τὸ μὴ οἴκοθεν κομίσαι ὥσπερ μέλ- λοντα ἐν πολέμῳ ἄνεσιν ἔχειν, ἀλλʼ ἐκ τῶν λαφύρων ἀνηρῇσθαι ἁρμό- νιον καὶ οὐκ ἄμονσον. πιθανῶς ἔφη ἐκ λαφύρων κεκτῆσθαι τὴν κιθάραν τὸν Ἀχιλλέα· ἀνοίκειον γὰρ εἰς πόλεμον ἥκοντα κιθάραν ἐπικομίζεσθαι. εὑρόντα οὖν, φησὶν, παρελθεῖν ὡς ἄμουσον ἀπρεπὲς ἦν. 189. κλέα ἀνδρῶν]. ὅτι ἀειμνήστους δεῖ τοὺς ἀγαθοὺς εἶναι· οἱ γὰρ ἀοιδοὶ διὰ τῶν παλαιῶν ἱστοριῶν τοὺς ἀκούοντας ἐσωφρόνιζον. προσέθηκε δὲ τὸ ἀνδρῶν, ἐπειδὴ καὶ θεῶν ᾄδουσι γάμους. 190. ὅτι οὐ μόνος ἐν τῇ κλισίᾳ, ἀλλὰ μόνος Αἰακίδην δεδεγ- μένος ἀντίος ἧστο· καὶ γὰρ Αὐτομέδων ἐπὶ τῆς κλισίας ἦν, ὁμοίως καὶ ὁ Φοῖνιξ. 191. *γράφεται καὶ δέχμενος διὰ τοῦ χ. 192. τὼ δὲ βάτην] ὅτι ἐκὶ Ὀδυσσέως καὶ Αἴαντος τὸ δυϊκόν· παρόντος γὰρ τοῦ Φοίνικος ἀπίθανον λέγειν “ἡγεῖτο δὲ δῖος Ὀδυσ. σεύς.”

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
