Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.102-2
Not analysed yet
175. πολυκλήϊσι] τινὲς προπερισπῶσιν, ὡς καὶ τὸ ἀπλοῦν “ἐπὶ κληῖσι κάθιζον” (Od. 2, 419)· ὡς γὰρ πλοκαμίς—“ἐϋπλοκαμῖδες Ἀχαιαί” (ib. 119), οὕτως καὶ κληίς καὶ πολυκληΐς. οὐκ ἔχει δὲ οὕτως ἡ ἀνάγνωσις. ἔστιν οὖν λόγος ὑπὲρ τῆς βαρυνομένης λέξεως οὗτος. τὰ εἰς ις λήγοντα θηλυκὰ ὀξυνόμενα εἰ μὲν ἐν τῇ συνθέσει φυλάσσοι μόνον τὸ θηλυκὸν γένος, καὶ τὸν αὐτὸν τόνον φυλάσσει, εἰ δὲ μεταληπτικὰ γίνοιτο καὶ ἀρσενικοῦ, μεθίσταται καὶ εἰς βαρεῖαν τάσιν ἀναγκαίως. τοῦ μὲν προτέρου, φυλάσσοντος τὸ αὐτὸ γένος καὶ τὸν αὐτὸν τόνον, περισκελίς, τοῦ δὲ δευτέρου δύσελπις. ταύτῃ οὖν τὸ μὲν καταιγίς ὀξύνεται, τὸ δὲ μελάναιγις βαρύνεται. οὕτως οὖν καὶ τὸ εὐκλήϊς καὶ πολυκλήϊς βαρυνθήσεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρσενικοῦ, ὡς καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκασπις· κα γὰρ ἐπὶ Ἀμαζόνος ταγείη ἄν. καὶ τὸ ἐυκνήμις ἀμέλει ἐπὶ τῆς Ἀθηνᾶς τέτακται παρὰ Ῥιανῷ ἐν Θεσσαλικοῖς “τοὶ δ᾿ ἤδη ἐπὶ νηὸν ἐϋκνή- μιδος Ἰτώνης.” *πεσόντες] πεσόντες, οὐκ ἐμβάντες, ὅ ἐστι σύμβολον ἀτάκτου φνγῆς.