# Scholia in Iliadum 1.103-2-112

Scholia in Homerum, Scholia in Iliadum, 1.103 to 1.112. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.103-2

176, 177, 178. *ὅτι ἐνταῦθα τάξιν ἐπέχουσιν. 179. *κατὰ λαόν] ἐνταῦθα καὶ τὸν λόγον ὑποτέθεικεν Ἀρίσταρχος οὕτως ὥστε νοεῖσθαι, ἴθι κατὰ λαόν. 180. *ὅτι ἐνταῦθα οἰκείως τέτακται. καθὰ καὶ ἄνω χωρὶς τοῦ δὲ συνδέσμον. 183. βῆ δὲ θέειν] ἀφείλετο τὴν ἀπόκρισιν ἡ ἔπειξις τοῦ καιροῦ. ἔστι δὲ, ὥρμησεν ἐπὶ τὸ θέειν. ἢ Ἀττικῶς λείπει τὸ ὥστε. ἢ τὸ ἀπαρέμφατον ἀντὶ μετοχῆς. *ἀπὸ δὲ χλαῖναν βάλε] χλαῖνα ἡ τετράγωνος χλαμὺς, ἡ εἰς ὀξὺ λήγουσα. 184. *κῆρυξ Εὐρυβάτης] ὅτι καὶ ἕτερος Εὐρυβάτης ὁμώνυμος ὃ (ΙΙ. 1, 320; 9, 170). 186. δέξατό οἱ σκῆπτρον] ὅτι ἀρχαικώτερον δέξατο αὐτῷ τὸ σκῆ- πτρον ἀντὶ τοῦ παῤ αὐτοῦ. Ὀδυσσεὺς, φησὶ, παρὰ τοῦ Ἀγαμέμνονος λαμβάνει τὸ σκῆπτρον. οὐχ ἀπλῶς δὲ τοῦτο ποιεῖ, ἀλλ᾿ ἵνα δοκῇ σὺν τῇ τοῦ βασιλέως γνώμῃ κρατεῖν αὐτούς. *ἄφθιτον αἰεὶ] τὸ ἀθάνατον ἐπὶ τῶν ἐμψύχων οἱ φιλόσοφοι τάσ- σουσι, τὸ δὲ ἄφθιτον ἐπὶ ἀψύχων. 187. *ὅτι Ζηνόδοτος γράφει σὺν τῷ βὰς κατὰ νῆας. 188. *πρὸς τὴν τάξιν τῶν ἑξῆς τὸ ἀντίσιγμα. 189. *τὸν δ᾿ ] ὅτι οὐκ ἐγκλιτέον τὸν δέ σύνδεσμον, ὡς ἄν τις εἴποι ὑφ᾿ ἓν τόνδε· χρῆται γὰρ συνήθως αὐτῷ περισσῷ. 190. δαιμόνι᾿ ] αὕτη ἡ λέξις τῶν μέσων ἐστὶ, καὶ δηλοῖ ἀμφό- τερα, ὁτὲ μὲν ἐπὶ ἐπαίνῳ λεγομένη, οἷον θεῖε, μακάριε, μέγιστε, ἀγαθέ, ὁτὲ δὲ ἐπὶ ψόγῳ, ἄφρον καὶ μάταιε, ἢ χείριστε καὶ φαῦλε. ὅτε μὲν οὖν, φησὶ, θεῷ προσφέρει, ἥσσονα λέγει ἢ κατὰ θεὸν, ὅτε δὲ ἀνθρώπῳ, ὑπερέχοντα ἀνθρώπου, ὡς δηλοῦσθαι ἥσσονα μὲν θεοῦ, ὑπερέ- χοντα δὲ ἀνθρώπου.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
