# Scholia in Iliadum 1.103-3-122

Scholia in Homerum, Scholia in Iliadum, 1.103 to 1.122. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.103-3

282. ὅτι ἐντεῦθεν εἰς τὰ ἑξῆς (293) μετενήνεκται· ὁ μὲν γὰρ κῆ- ρυξ αἰτίαν λέγει διʼ ἣν οὐ πολεμητέον, ὁ δὲ Ἕκτωρ ἑαυτὸν μετὰ προ- φάσεως μὴ συλλυέτω. πιθέσθαι] παροξυντέον· μέσος γάρ ἐστι δεύτερος ἀόριστος. 285. *αὐτὸς γὰρ] ἐν ἄλλῳ οὗτος γάρ. 289. πινυτήν] Ἀρίσταρχος ὡς καλήν, καὶ ἐπεκράτησεν οὕτως ἡ παράδοσις. ὑποστικτέον πινυτήν, ἵνα περισσὸς ὁ σύνδεσμος ᾖ· ἢ ὑποστικτέον καὶ κατὰ τὸ τέλος τοῦ στίχου, ἵνα γένηται ἀνταπόδοσις αὕτη, νῦν μὲν παυσώμεσθα. 290. * ἐν ἄλλῳ νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα. 293. * ὅτι ἀπὸ τοῦ λόγου τοῦ κήρυκος (282) μετενήνεκται. 295. ἀθετεῖται ὡς καθαιρῶν τὰ προειρημένα “ὡς σύ τʼ ἐϋφρήνῃς πάντας.” ἔχει δὲ καὶ διλογίαν ἔτας καὶ ἑταίρους. 298. θεῖον δύσονται ἀγῶνα] ὅτι οὕτως τὴν ἄγυριν καὶ συναγωγὴν τῶν θεῶν, διὰ τὸ πολλῶν θεῶν ἐν ταὐτῷ εἶναι ἀγάλματα. 303. δῶκε ξίφος] σημειοῦνταί τινες ὅτι ἀφώπλισεν ἑαυτὸν δοὺς τὸ ξίφος ὁ Ἕκτωρ. 304. *ἐϋτμήτῳ] Ἄρίσταρχος διὰ τοῦ κ, ἐϋκμήτῳ. 305. φοίνικι φαεινόν] ὅτι ἀντὶ τοῦ φοινικῷ ἄνθει πεφωτισμένον, ὅ. ἐστι κεχρωτισμένον. 306. τὼ δὲ διακρινθέντε ὁ μὲν] ὅτι οὕτως εἴρηκεν ἀντὶ τοῦ τῶν δὲ διακριθέντων ὁ μέν, ὅ δέ. καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήν- τηκεν. 308. ὡς εἶδον ζωόν] οἷον ἀνέλπιστον πρᾶγμα. καλῶς δὲ ἐπὶ μὲν Ἕκτορος τὴν ἀνέλπιστον σωτηρίαν ἐδήλωσεν, ἐπὶ δὲ Αἴαντος τὴν ἐπὶ τῇ νίκῃ ἡδονήν. 310. *ἀελπτέοντες] οὐκ ἐλπίζοντες, ἀλλʼ ἀπεγνωκότες. 312. *εἰς Ἀγαμέμνονα] ὅτι ἀντὶ τοῦ πρὸς Ἀγαμέμνονα. 314. *τοῖσι δὲ] ὅτι ὁ δέ περισσός. 319. *πόνου] ὅτι ἀντὶ τοῦ ἔργου. 328. * πολλοὶ γάρ] ὅτι ἀπὸ τοῦ γάρ αἰτιώδους εἰσέβαλεν ἀρ- χαικῶς. 330. ψνχαὶ δʼ Ἄϊδόσδε κατῆλθον] ὅτι συμφώνως τῷ κατὰ τὴν ἀρχὴν τῆς Ἰλιάδος (1, 3) “πολλὰς δʼ ἰφθίμους φυχάς.” οὐκ ἄρα γραπτέον κεφαλάς. 331. *τὸ σέ παρελκει. 333. *κατακήομεν] ὅτι οἱ ἀρχαῖοι ἔκαιον τὰ σώματα.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
