# Scholia in Iliadum 1.106-116

Scholia in Homerum, Scholia in Iliadum, 1.106 to 1.116. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.106

249. *κάββαλε νεβρόν] ἐν ἄλλῳ θήκατο νεβρόν. 250. τινὲς τῷ ὑπὸ πάντων φωνουμένῳ, παρόσον αὐτός ἐστιν ὁ ἀήρ. ὅτι οὐκ ἔστι καθολικὸν ἐπίθετον ὁ πανομφαῖος, ὁ κληδόνιος καὶ πασης κληδόνος παραίτιος· καὶ ὅτι ἅπαξ ἐνταῦθα τὸ ἐπίθετον. 257. *φύγαδε ὡς οἴκαδε. 260. *ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ] ἐν ἄλλῳ ὑπερώησαν δέ οἱ ἵπποι. 261. *τάφρον ἐξήλασαν δηλονότι. 266. ὅτι πάντων ὑποστρεψάντων μόνος ὁ Ὀδυσσεὺς παρέμεινε πρὸς ταῖς ναυσὶν, ὥστε τὸ ἐπάνω εὐκρινὲς γίνεσθαι, τὸ “ὣς ἔφατʼ οὐδʼ ἑσάκουσεν” (97), ὅτι ἑκουσίως παρεπέμψατο. *παλίντονα τόξα τιταίνων] εἰς τοὐπίσω τεινόμενα· εἶδος δὲ τοξείας. 267. * στῆ δὲ παρʼ Αἴαντος] γρ. στῆ δʼ ἄρ’ ὑπʼ Αἴαντος. 269. βραχὺ διασταλτέον ἐπὶ τὸ παπτήνας, ὑποστικτέον δὲ ἐν ὑποκρίσει βεβλήκει. 270. * βεβλήκει] Ἀρίσταρχος βεβλήκοι. *ὅτι σαφῶς ἀντὶ τοῦ ἐκ βολῆς ἐπιτύχοι. 276. Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον] ψιλωτέον πάντα, ἵνα κύρια γένηται· παραιτητέον δὲ τοὺς διαλύοντας τὸ Ἀμο- πάονα· πιθανώτερον γάρ ἐστι κύριον αὐτὸ παραλαβεῖν, ἵνα τὸ προκεί- μενον αὐτοῦ πατρωνυμικὸν τνγχάνη. * Ἀμοπάονα] τὸ Ἀμοπάονα ἐν ἑνὶ μέρει λόγου ἀναγνωστέον. κύριον γάρ. 283. ἡ σέ ἀντωνυμία ἐγκλιτική ἐστι· τὸ δὲ ὅ παρὰ τῷ ποιητῇ κείμενόν ἐστιν ἀντὶ τοῦ ὅς.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
