Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.108-2
Not analysed yet
242. αἴσχεα δειδιότες] Ἑλένη ἁρπασθεῖσα ὑπὸ Ἀλεξάνδρον, ἀγνοοῦσα τὸ συμβεβηκὸς μεταξὺ τοῖς ἀδελφοῖς Διοσκούροις κακὸν, ὑπολαμβάνει διʼ αἰσχύνης αὐτῆς μὴ πεπορεῦσθαι τούτους εἰς Ἴλιον, ἐπειδὴ προτέρως ὑπὸ Θησέως ἡρπάσθη, καθὼς προείρηται· διὰ γὰρ τὴν τότε γενομένην ἁρπαγὴν Ἄφιδνα πόλις Ἀττικῆς πορθεῖται, καὶ τιτρώσκεται Κάστωρ ὑπὸ Ἀφίδνου τοῦ τότε βασιλέως κατὰ τὸν δεξιὸν μηρόν. οἱ δὲ Διόσκουροι, Θησέως μὴ τυχόντες, λαφυραγω- γοῦσι τὰς Ἀφίδνας ἡ ἱστορία παρὰ τοῖς Πολεμωνίοις ἢ τοῖς κυκλικοῖς, καὶ ἀπὸ μέρους παρὰ Ἀλκμᾶνι τῷ λυρικῷ. ἐπὶ τὸ ὀνείδεα βραχὺ διασταλτέον· ἐπὶ δὲ τὸ πολλά ὁ λόγος μὲν αἱρεῖ, διὰ δὲ τὴν συναλοιφὴν οὐ παραδεκτέα ἡ ἀνάγνωσις.