# Scholia in Iliadum 1.109-2

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, EIΣ THN Γ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.109-2

243. τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα] οὗτοι δὲ, φησὶν, ἦσαν μεταστάντες ἐξ ἀνθρώπων, καὶ ὑπὸ γῆν διετέλουν ὁτὲ μὲν ζῶντες, ὁτὲ δὲ τεθνηκότες, κατʼ αὐτὸν τὸν ποιητὴν λέγοντα “ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε τεθνᾶσιν, τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσιν” (Od. 11, 299). φυσίζοος δὲ ἤτοι ἡ τὰ πρὸς τὸ ζῆν φύουσα καὶ δωρουμένη, ἢ ὅτι τῷ ὄντι λέγεται χώρα ἐν Λακεδαίμονι οὕτω Φυσίζοος, ἐπεὶ ἐκεῖ δοκοῦσιν οἱ Διόσκουροι καταποθέντες πάλιν ἀναδοθῆναι. Ἴδας καὶ Λυγκεὺς Ἀφαρέως παῖδες, γάμους θύοντες τῶν Λευκίπ- που θυγατέρων Φοίβης καὶ Ἰλαείρας, ἐκάλεσαν τοὺς Διοσκούρους σνγγενεῖς ὄντας· ὁ γὰρ Τυνδάρεως Ἀφαρέως ἀδελφὸς ἦν. λέγεται δὲ τοὺς Διοσκούρους ἐξαρπάσαι τὰς κόρας ἔτι παρθένους οὔσας. μαχομένων δʼ αὐτῶν περὶ τοῦ γάμου καρτερῶς ἀναιρεῖται Κάστωρ. ὅθεν ὁ Ζεὺς ὀργισθεὶς κεραυνῷ βάλλει τὸν Ἴδαν, παραμυθεῖται δὲ Πολυδεύκην, καὶ τίθεται αὐτῷ αἵρεσιν πότερον θέλει ἀθάνατος εἶναι, ἢ σὺν τῷ ἀδελφῷ ἓξ μῆνας τελευτᾶν καὶ τοὺς ἴσους ζῆν. ὁ δὲ μᾶλλον αἱρεῖται μετὰ Κάστορος ἀποθανεῖν καὶ ζῆν. ἡ ἱστορία παρὰ Πινδάρῳ.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
