# Scholia in Iliadum 1.109-3-118

Scholia in Homerum, Scholia in Iliadum, 1.109 to 1.118. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.109-3

233. * ὅτι πεπλεόνακε κατὰ τὸν τόπον τοῦτον τοῖς δυϊκοῖς σχή- μασιν. 237. *τέʼ ἅρματα] τὸ πλῆρές ἐστι τεά· διὸ βαρυτονητέον· ἐπι- φέρει γοῦν “καὶ τεὼ ἵππω.” 238. *δεδέξομαι] ὅτι ἀντὶ τοῦ δέξομαι, ἐπιτηρήσω, ὡς λελάχωσιν ἀντὶ τοῦ λάχωσιν. 241. τοὺς δὲ ἴδε Σθένελος] ὡς ἀπὸ τοῦ δίφρου ὑψηλότερος ὢν ἐθεᾶτο. ἢ ὡς ἀσχολουμένου Διομήδους περὶ τοὺς πολεμίους. 245. ἡ διπλῆ πρὸς τὴν ἰδιότητα τῆς φράσεως· ἀκόλουθον γὰρ ἦν εἰπεῖν τὸν μὲν τόξων εὗ εἰδότα. στικτέον δὲ ἐπὶ τὸ ἔχοντας, ἵνα μὴ σολοικισμὸς γένηται, ἐὰν συνάπτωμεν, λείπει δὲ τὸ ἐστίν. τὸ πέλε- θρον ἔχει πήχεις ξϚ΄ δίμοιρον. 247. *υἱὸς μεγαλήτορος Ἀγχίσαο] ἐν ἄλλῳ υἱὸς μὲν ἀμύ- μονος Ἀγχίσαο. 249. ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων] οὕτως Ἀρίσταρχος ἐφʼ ἵππων, ὡς εἰ ἔλεγεν ἐπʼ Ἀθηνῶν ἀντὶ τοῦ ἐπʼ Ἀθήνας. λέγει γὰρ ἐπιστραφῶμεν ἐπὶ τοὺς ἵππους, καὶ μὴ κινδύνευε πεζὸς πρὸς τὸν ἐφ᾿ ἅρματος ὀχούμενον. ὅτι Ἀττικῶς ἐξενήνοχεν ἀντὶ τοῦ ὡς ἐπὶ τοὺς ἵππους. δοκεῖ δὲ Ζηνόδοτος τοῦτον καὶ τὸν ἐξῆς ἠθετηκέναι. 252. * φόβονδ᾿] ὅτι πάλιν φόβον τὴν φυγὴν εἶκεν. οὐδὲ σὲ] ὁ Ἀσκαλωνίτης τὸν δέ ὀξύνει, ἵνα ἐγκλιτικῶς ἀναγνῷ. οὐκ ἀναγκαῖον δὲ, ἀλλʼ ὀρθοτονεῖν· καὶ γὰρ δύναται συνδεδέσθαι. 253. γενναῖον] σημειοῦνταί τινες ὅτι οὕτως εἴρηται ἐγγενὲς, πάτριον. σημειοῦνται δὲ καὶ τὸ ὀκνείω δʼ ἵππων (255) ἀντὶ τοῦ ὀκνηρῶς ἔχω. τινὲς δὲ ἐπὶ τοῦ φόβου τιθέασι τὸν ὄκνον. 255. *ἀλλὰ καὶ αὕτως] ἀλλὰ καίπερ πεζὸς ὑπάρχων.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
