# Scholia in Iliadum 1.11-5-23

Scholia in Homerum, Scholia in Iliadum, 1.11 to 1.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.11-5

26. κυάνεοι δὲ δράκοντες] ἐν τῇ Ἀριστοφάνους σμερδαλέοι δὲ δράκοντες ἐλειχμῶντο. ὀρωρέχατο] ἐξετέταντο, διεγηγερμένοι ἤσαν. γέγονε δὲ ἀπὸ τοῦ ὀρέγω, ὤρεχα ὁ παρακείμενος, ὤρεγμαι, τὸ τρίτον ὤρεκται, καὶ Ἰακῶς ὠρέχαται, καὶ Ἀττικῶς διπλασιασμὸς ὀρωρέχαται, ὁ ὑπερσυντέλικος ὀρωρέχατο προτὶ δειρήν. 27. τρεῖς ἑκάτερθʼ ἴρισσιν] ὅτι Ζηνόδοτος γράφει Ἐρίδεσσιν. οὐκ ἔστι δὲ ἡ αὐτὴ Ἔρις καὶ Ἶρις καθʼ Ὅμηρον, ὡς ὑπέλαβεν. 28. *στήριξεν] οὕτως Ἰακῶς τὸ στήριξεν. 30. ὅτι νῦν μὲν χρυσόηλον, ἐν ἄλλοις δὲ (Il. 2, 45. 3, 334) ἀργυ- ρόηλον. ἤτοι κατʼ ἐπιφορὰν, ἣ διὰ τὴν ἀριστείαν κοσμεῖ διαφορω- τέρᾳ πανοπλίᾳ. 32. ὅτι ἀνδρομήκεις αἱ ἀσπίδες. πρὸ δὲ τῆς περικεφαλαίας ἀνα- λαμβάνει τὴν ἀσπίδα, ὡς ἂν διʼ ἀναφορέων χρωμένων ταῖς ἀσπίσιν. ὁ δὲ Ζηνόδοτος ἐπὶ τοῦ Ἀλεξάνδρου (Il. 3, 334) τὸν ὁπλισμὸν ἐνήλλαχεν. 33. χάλκεοι ἦσαν] ἐὰν σὺν τῷ ι γράφηται, ᾖσαν, περιεπορεύοντο· εἰ δὲ μὴ, ἀναστρεπτέον, ἵνα ᾖ περιῆσαν. 35. λευκοί] ὀξυτονητέον, ἵνα ἐπὶ τῶν ὀφθαλμῶν κέηται. εἰσὶ δὲ οἳ περισπῶσιν, ἵνα γενικὴ γένηται, ἐπίθετον τοῦ κασσιτέρου, κακῶςʼ ἔθος γάρ ἐστι παρὰ τῷ ποιητῇ τὴν Θεσσαλικὴν ταύτην καλουμένην γενικὴν εὑρίσκεσθαι, εἰ μὴ μέτρον κωλύοι· εἰ γὰρ κωλύοι, ἡ κοινὴ παραλαμβάνεται. παρεκτέταται τὸ κεφάλαιον Ἡρωδιανῷ. 36. ἡ ἐπί πρὸς τὸ ἐστεφάνωτο συντάσσεται· διὸ τὸν τόνον φυλακτέον. 38. τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν] ὅτι ἐκ τελαμώνων αἱ ἀσπίδες ἤρτηντο. *ἐπʼ αὐτοῦ] οὕτως Ἀρίσταρχος. γράφεται δὲ καὶ ἐπʼ αὐτῷ. 40. οὕτως αἱ Ἀριστάρχου σὺν τῷ ρ, ἀμφιστρεφέες· καὶ τὰ ὑπομνήματα δὲ συμφωνεῖ, λέγοντα ἓν μὲν εἶναι σῶμα τοῦ δράκοντος, κεφαλὰς δὲ τρεῖς περιπεπλεγμένας ἀλλήλαις. ἠπάτηνται δὲ οἱ χωρὶς τοῦ ρ γράφοντες ἐξ ἐκείνου “τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωται” (36). 41. κρατὶ δʼ ἐπʼ ἀμφίφαλον] ὅτι μετὰ τὴν ἀσπίδα τὴν περι- κεφαλαίαν ἀνελάμβανον. 43. εἵλετο δʼ ἄλκιμα δοῦρε] ὅτι καὶ ἐπὶ τῆς Ἀλεξάνδρου μονο- μαχίας (Il. 3, 338) τὸ ὅμοιον. 44. οὐρανὸν εἴσω] ὅτι ἀντὶ τοῦ εἰς οὐρανόν. καὶ ὅτι ὅταν ἐπʼ Ἀχιλλέως λέγῃ “ ὡς τοῦ χαλκὸς ἔλαμπε” (Il. 22, 32), νοητέον ἀπὸ τοῦ δόρατος τὴν λαμπηδόνα ἀνταυγεῖν· τὰ γὰρ ἄλλα χρυσᾶ εἶχεν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
