# Scholia in Iliadum 1.11-6

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ M.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.11-6

20. Κάρησος] ΤΤυραννίων ὀξύνει τὸ Κάρησος ὡς Παρνασσός· οὕτως γὰρ ὑπὸ Κυζικηνῶν ὀνομάζεσθαι τὸν ποταμόν. ὁ δὲ Ἀρίσταρ- χος βαρύνει ὡς Κάνωβος. εἴπομεν δὲ ἐν ἑτέροις ὅτι οὐ πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν ἱθμηρικὴν ἀνάγνωσιν, ὁπότε περὶ τοῦ Γλισᾶντα (Il. 2, 504) διελάβομεν, εἴγε Διονύσιος ἱστορεῖ τοὺς ἐγχωρίους συστέλλειν τὸ καὶ μὴ περισπᾶν. τό τε Λύκαστος ὁ αὐτὸς ἱστορεῖ ὀξύνεσθαι, ἡμῶν ἀναγινωσκόντων βαρυ- τόνως (Il. 2, 647). οὕτως οὖν εἰκὸς καὶ ἐπὶ τοῦ Κάρησος μὴ πεισθῆναι τὸν Ἀρίσταρχον ὁμοίως τοῖς ἐγχωρίοις προενέγκασθαι τὴν λέξιν. τάχα δὲ, ἐπεὶ ἑώρα τὰ εἰς ος λήγοντα ὑπὲρ δύο συλλαβὰς ὀξυνό- ιμενα, τῷ η παραληγόμενα, ἕτερον ἔχοντα σ, τοῦτο δὲ ἓν ἀναδεξά- μενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆς ἐκείνων τάσεως, εἴγε τὸ Ἁλικαρνησσός δισσὸν ἔχει τὸ σ, Λυκαβησσός Ταρτησσός, τὸ μέντοι Κάρησος ἓν ἔχει τὸ σ. ἴσως οὖν διὰ τοῦτο ἐξηλλάγη. Ῥοδίος] παροξυτονητέον ὡς κύριον· εἰκὸς μέντοι τὸ ὄνομα τοῦ ποταμοῦ ἔχειν πλεονασμὸν τοῦ δ εἰκὸς γὰρ τῷ ποταμῷ παρὰ τὸν ῥοῦν ὠνομάσθαι, ὥστε αὐτὸν εἶναι ῥόῖον καὶ ῥόθιον.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
