# Scholia in Iliadum 1.11

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, EIΣ THN Γ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.11

18. αὐτάρ ὁ δοῦρε] Ἀρίσταρχος ἄνεν τοῦ ἄρθρου, αὐτὰρ δοῦρε. οὕτως καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Καλλιστράτου, καὶ σχεδὸν οὕτως καὶ αἱ χαριέσταται· καὶ ὁ Ἰξίων ἐν τῷ πρώτῳ πρὸς τὰς ἐξηγήσεις ὁμοίως προφέρεται. ἔχει δὲ τὸν Ὁμηρικὸν χαρακτῆρα καὶ ἡ σὺν τῷ ἄρθρῳ γραφὴ, καίπερ οὐκ οὖσα Ἀριστάρχειος· σύνηθες γὰρ τῷ ποιητῇ ἐπὶ τῶν αὐτῶν μένοντι ὑπόνοιαν παρέχειν ὡς περὶ ἑτέρου διαλέγοιτο προσθέσει ἄρθρου καὶ μεταλλάξει τοῦ συνδέσμου, ὡς ἐπὶ τοῦ Κύκλωπος “κὰδ δέ μιν ὕπνος ᾔρει πανδαμάτωρ, ὁ δʼ ἐρεύγετο οἰνοβαρείων” (Od. 9, 372) ἀντὶ τοῦ καὶ ἐρεύγετο. Ζηνόδοτος δὲ συνηθέτηκε τοῖς ἑξῆς. οὐ συναθετουμένου δὲ δεῖ κοινὸν παραλαβεῖν “αὐτὰρ ὁ δοῦρε δύω ἔχων,” καὶ νοεῖν τὸ ἄρθρον ἐξ ἐπαναλήψεως παρειλημμένον ἐπὶ τοῦ αὐτοῦ προσώπου.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
