# Scholia in Iliadum 1.110-3-120

Scholia in Homerum, Scholia in Iliadum, 1.110 to 1.120. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.110-3

194. στικτέον μετὰ τὸ φόρμιγγι, ὡς ἔκπληξιν Ἀχιλλέως ὁρᾶ- σθαι ἀναπεπηδηκότος σὺν τῇ κιθάρᾳ. τὸ ἡμιστίχιον δὲ δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑξῆς προσδίδοσθαι, τό τε ἀναπηδῆσαι σὺν αὐτῇ τῇ κιθάρᾳ, καὶ ἀπολιπόντα τὴν καθέδραν καὶ τὴν κιθάραν συναντῆσαι. βέλτιον δὲ τὸ πρότερον, ὥστε τοῖς ἄνω συνάπτειν. 196. *τώ] γρ. καὶ τούς. 197. ἀμφοτέρους τοὺς συνδέσμους περισπαστέον· βεβαιωτικοὶ γάρ. ἡ διπλῆ δὲ, ὅτι χωρὶς τοῦ δυϊκῶς ἐσχηματίσθαι πρὸς Ὀδυσσέα καὶ Αἴαντα, καὶ τὰ τῆς διαθέσεως οὐκ ἐμφαίνει συμπαρόντα τὸν Φοίνικα· οὐ γὰρ ἂν οὕτως ἐκπλαγεὶς ἀνεπήδησεν, ἢ ἐδεξιοῦτο ὡς αἰφνιδίως παραγενομένους. *Παρμενίσκος προφέρεται ἱκάνετον ἡμέτερονδε. 198. *φίλτατοί ἐστον] καὶ ἐνθάδε τινὲς δυϊκῶς φιλτάτω. 202. καθίστα] εἰ καθίστανε τὸ πλῆρες, οὕτως καὶ ἐπὶ τῆς ἀπο- κοπῆς. εἰσὶ δὲ οἳ ἐκτείνουσιν, ἀπὸ τοῦ ἱστῶ τὴν κλίσιν παραλαμ- βάνοντες. 203. ξωρότερον] τὸ ἄκρατον, παρὰ τὸ μηδέπω ἐσβέσθαι τὴν ἰσχὺν τοῦ οἴνου ὑπὸ τῆς τοῦ ὕδατος κράσεως. *κέραιε] οὕτως κέραιε χωρὶς τοῦ ρ. μέμνηται καὶ Ἡρωδιανός. 204. *μελάθρῳ] νῦν σκηνῇ, κυρίως δὲ οἴκῳ. 206. ὅτι Εὐφορίων κρεῖον τὸ κρέας ἐξεδέξατο, Ὀμηρος δὲ τὸ κρεοδόχον ἀγγεῖον. καὶ πρὸς τὸ ἐν πυρὸς αὐγῇ, τὸ ἀπὸ τοῦ πυρὸς φωτιζόμενον. κρεῖον δὲ ὡς θεῖον. γέγονε δὲ παρὰ τὸ κρέας. 208. σιάλοιο] ἐντροφίου, ἁπαλοτρεφοῦς, ὡς “ζατρεφέων σιάλων” (Od. 14, 19). ἢ σεσιτευμένου. 209. ὅτι Αὐτομέδοντος ὄντος κατὰ τὴν κλισίαν ἄνω εἶπεν “Πά- τροκλος δέ οἱ οἷος ἐναντίος ἦκτο.” τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς] τὸν τῦφον ἐκβάλλει ἡμῶν ἑαυτῷ ὑπηρετούμενος ὁ Ἀχιλλεύς. ὅτι ἔν τισι γράφεται “αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύ- σατο δὲ φλόξ.” γελοῖον δὲ πυρὸς ἄνθος ὡς ῥόδων ἄνθος, τοῦ ποιητοῦ τὸ πῦρ δεινοποιήσαντος. 214. πάσσε δʼ ἁλὸς θείοιο] θείους κέκληκε τοὺς άλας διὰ τὸ ἄσηπτα τηρεῖν τὰ πασθέντα. *ἐπαείρας] Ἀρίσταρχος ἀπαείρας, ἀπὸ τῶν κρατευτάων ἄρας. κρατευτάων τῶν βάσεων, ὅ ἐστι τῶν λίθων ἐφ’ ὧν οἱ ὀβελίσκοι τίθενται τῶν κρεῶν ὀπτωμένων. οἱ δὲ τῶν λαβῶν τῶν ὀβελίσκων εἶπον, κακῶς.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
