# Scholia in Iliadum 1.110-4-112

Scholia in Homerum, Scholia in Iliadum, 1.110 to 1.112. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.110-4

244. οὗ περὶ μὲν πρόφρων] ἀληθῶς ὁ ἐν τοῖς κινδύνοις ἔπαινος χρήσιμος, παρωσάμενος πᾶσαν αἰδῶ καὶ ἀμέλειαν. ἅμα δὲ καὶ τοῖς ἄλλοις ἀπολογεῖται, οὐ διʼ ἀνδρείαν φήσας αὐτὸν δέχεσθαι, ἀλλὰ διὰ φρόνησιν. 246. ἑσπομένοιο] δύναται καὶ σπομένοιο, ὥς φησιν ὁ Ἀσκα- λωνίτης· καὶ ὅμοιόν ἐστι τοῦ “ὁ δὲ σπόμενος περὶ δουρί” (Il. 13, 570). εἰ δὲ Ἀρίσταρχος δασύνει τὸ “εἰ δὲ σὺ, ὦ μέγʼ ἀναιδὲς, ἅμʼ ἑσπόμεθʼ ” (Il. 1, 158), ἀνάγκη πᾶσα κατʼ αὐτὸν δασύνειν καὶ τὴν μετοχὴν καὶ ἀπὸ τοῦ ε ἄρχεσθαι. 247. περίοιδε] οἱ μὲν ὡς σύνοιδε ἀνέγνωσαν, ἓν ποιοῦντες καὶ τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν· οἱ δὲ κατὰ παράθεσιν, ἵνα γένηται περισσῶς οἶδε. δύναται δὲ καὶ ἐν τῇ συνθέσει τὸ αὐτὸ νοεῖσθαι, ὡς καὶ Ἀρίσταρχος βούλεται.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
