# Scholia in Iliadum 1.110-119

Scholia in Homerum, Scholia in Iliadum, 1.110 to 1.119. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.110

244. φίλῃ ἐν πατρίδι γαίῃ] ὅτι Ζηνόδοτος γράφει ἑῇ ἐν πατρίδι. εἴτε δὲ ἐπὶ τῶν Διοσκούρων ἔσται τὸ ἑῇ, ἑνικὸν οὐχ ἁρμόσει· εἴτε ἐπὶ τῆς Ἑλένης, ἔκθεσμόν ἐστι τὸ οὕτω λέγειν, τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα ἐν τῇ ἑαυτῆς πατρίδι. 245. τὸ θεῶν δύναται καὶ τοῖς ἐπάνω συνάπτεσθαι, ἵνʼ ᾖ κήρυκες θεῶν, καὶ τοῖς ἑξῆς, ὅρκια πιστὰ θεῶν· ὅπερ καὶ βέλτιον. 250. * Λαομεδοντιάδη] τελείαν στικτέον μετὰ τὴν κλητικήν· καὶ γὰρ τὰ ἑξῆς ἀσύνδετα “καλέουσιν ἄριστοι.” Λαομεδντιάδη] μήτηρ Πριάμου, ὥς φησι Πορφύριος ἐν τῷ περὶ τῶν παραλελειμμένων τῷ ποιητῇ ὀνομάτων, κατὰ μὲν Ἀλκμᾶνα τὸν μελοποιὸν Ζευξίππη, κατὰ δὲ Ἑλλάνικον Στρυμώ. 257. ναίοιμεν] ὅτι νῦν ὀρθῶς ἐν τῷ τοῦ κήρυκος λόγῳ γράφεται ναίοιμεν, ἐν δὲ τοῖς ἐπάνω, ὅτε Ἀλέξανδρος λέγει, οὐκέτι. 259. *ἐκέλευσε δʼ ἑταίροις] οὕτως τοῖς ἑταίροις κατὰ δοτικὴν αἱ Ἀριστάρχου. συνεφώνει καὶ ἡ Ζηνοδότου. 261. ἂν δʼ ἄρʼ ἔβη Πρίαμος] ὅτι δύο ἐπεδέχοντο οἱ δίφροι· διὸ νῦν Πρίαμος ἡνιοχεῖ παραιβατοῦντος τοῦ Ἀντήνορος. καὶ ὅτε οἱ ἥρωες πάντες ἔμπειροι καὶ αὐτουργοί· διὸ καὶ ὁ Ὀδυσσεὺς ναυπηγεῖ καὶ κυβερνᾷ. 262. *προκρίνει μὲν τὴν διὰ τοῦ ε γραφήν βήσετο, πλὴν οὐ μετατίθησιν, ἀλλὰ διὰ τοῦ ᾱ γράφει ὁ Ἀρίσταρχος. 263. Σκαιῶν] ὅτι παραλέλοιπε τὸ πυλῶν, καὶ ὅτι ἀδιαιρέτως ἐξενήνοχεν· εἴθισται γὰρ λέγειν Σκαιάων (Il. 22, 6). 270. μίσγον—ἔχευαν] ὅτι οὐχ ὕδατι ἔμισγον τὸν οἶνον, ἀλλὰ τὸν τῶν Τρώων καὶ Ἀχαιῶν· διὸ καὶ ἐν ἄλλοις “σπονδαί τʼ ἄκρητοι” (Il. 2, 341). *ἔχευαν] Ἀρίσταρχος διὰ τοῦ ο· καὶ ἀναλογεῖ τῷ μίσγον. 271. μάχαιραν] ὅτι τὴν παραξιφίδα μάχαιραν καλεῖ διὸ καὶ λέγει αὐτὴν παρηρτῆσθαι τῷ κουλεῷ τοῦ ξίφους. τὸ δὲ πολεμιστή- ριον ἆορ ξίφος φάσγανον καλοῦσιν· συνώνυμα γάρ.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
