Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.113-4
Not analysed yet
239. οἱ] ὀρθοτονητέον· εἰς γὰρ σύνθετον ἡ μετάληψις. λὶς] ὁ μὲν Ἀρίσταρχος ὀξύνει, ὁ δὲ Αἰσχρίων περισπᾶ· ὡς γὰρ παρὰ τὸ μῦς μῦν, φησὶ, καὶ νοῦς νοῦν, οὕτως καὶ λῖς λῖν “ἐπί τε λῖν ἤγαγε δαίμων” (480). καὶ ἔστι συγκατατίθεσθαι τῷ Αἰσχρίωνι, ὅτι μᾶλλον ὀφείλει περισπᾶσθαι, εἰ καὶ μηδὲν τῶν εἰς ις ληγόντων καὶ ἀρσενικὸν γένος ὑπισχνουμένων περιεσπάσθη. καὶ τάχα καθʼ ἕτερον λόγον, ἵνα τὸ ἐπιθετικὸν καὶ σημαῖνον γένος θηλυκὸν καὶ ὀξυ- νόμενον ἀποφύγῃ, λέγω δὲ τὸ λὶς πέτρη (Od. 12, 64). τῷ μέντοι χαρακτῆρι τοῦ κίς καὶ θίς καὶ ῥίς, καίτοι γε διαφόρως κλιθεῖσι πρὸς τὸ λίς, συνεξωμοίωσεν αὐτὸ κατὰ τόνον ὁ Ἀρίσταρχοςʼ καὶ οὕτως ἐπείσθη ἡ παράδοσις.