# Scholia in Iliadum 1.114-3

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Κ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.114-3

252. ἄστρον ἐστὶν ἀστέρων συμφόρημα, ὡς Ὠρίων, ὀφιοῦχος· ἀστὴρ δὲ, ὡς ὅταν λέγωμεν Ἀφροδίτης ἀστὴρ ἢ Διός. διὰ τὸ πολυθρύλητον ζήτημα καὶ τὰς γεγονυίας ἀποδόσεις. γρά- φεται καὶ οὕτως “ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.” τριφύλακος γὰρ ἦν καθʼ Ὅμηρον ἡ νύξ. καὶ ἐν ἄλλοις “ἔσσεται ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ” (Il. 21, 111). οὕτως καὶ Δωρόθεος ἐν τριακοστῷ πρώτῳ τῆς Ἀττικῆς λέξεως ἀξιοῖ γράφειν, τὴν μὲν πρώτην διὰ τῆς οι διφθόγγου, τὴν δὲ δευτέραν διὰ τοῦ ω, παροίχωκεν, ἀποτεινό- μενος πολλὰ πρὸς Ἀριστόνικον καὶ Τρύφωνα ἄλλως γράφοντας, ἐπιδείξας τὸ οἴχωκεν Ἰακόν. οὕτως δὲ καὶ Ἀπολλώνιος ὁ τεχνικὸς οἶδε τὴν γραφήν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
