Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ M.
Scholia in Homerum, Scholia in Iliadum 1.114-5
Not analysed yet
267. οὐ συναπτέον ταῦτα τοῖς ἐπάνω, ἀλλʼ ἀφʼ ἑτέρας ἀρχῆς. κοινὸν δʼ ἐστὶ τὸ νείκεον. εἰ δὲ μὴ ἁρμόζει τοῖς μειλιχίοις λόγοις τὸ νεικεῖν, οὐ θαυμαστόν· καὶ γὰρ ἐν τῇ A (582) φησὶν “ἀλλὰ σὺ τόν γʼ ἐπέεσσι καθάπτεσθαι μαλακοῖσι.” δύναται δὲ καὶ στίζεσθαι ἐπὶ τὸ μειλιχίοις, ἵνα τοῖς ἄνω προσδιδῶμεν τὸ ἡμιστίχιον· ἁρ- μόζει γὰρ ὀτρύνειν μειλιχίοις· ἐξαλλαγὴ δὲ ἔσται, ἀπʼ ἄλλης ἀρχῆς ἀναγινωσκόντων ἡμῶν ἄλλον στερεοῖς ἐπέεσσι νείκεον.