Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.115
Not analysed yet
173. φεῦγε μάλʼ] διασταλτέον βραχὺ ἤτοι ἐπὶ τὸ φεῦγε ἢ ἐπὶ τὸ μάλα. ἢ γὰρ φεῦγε μάλα, ἢ εἴ τοι μάλα θυμὸς ἐπέσσυναι, εἰ λίαν ὤρμησαι. ἢ τάχα περιττεύει τὸ μάλα. θυμός] τοῦτο τὸ ὄνομα παρὰ τῷ ποιητῇ σημαίνει πέντε, τὴν ὀργὴν, ὡς ἐν τῷ “θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων” (Il. 2, 196)· τὴν ψυχὴν, ὡς ὅταν εἴπῃ “μελιηδέα θυμὸν ἀπηύρα” (Il. 10, 495)· τὴν ἐπιθυμίαν, ὡς ἐν τῷ “θυμῷ εἴξασα μίγη φιλότητι καὶ εὐνῇ” (Od. 5, 126)· τὸν ἐπιλογισμὸν, ὡς τὸ “ἕτερος δέ με θυμὸς ἀνῆκεν” (Od. 9, 302)· τὴν ὁμόνοιαν, ὡς ἐπὶ τοῦ “ἀλλ᾿ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ” (Od. 3, 128). *ἔγωγε] οὕτως προπαροξυτονητέον τὸ ἔγωγε, ἵνʼ ᾖ ἕν.