# Scholia in Iliadum 1.117-3-133

Scholia in Homerum, Scholia in Iliadum, 1.117 to 1.133. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.117-3

270. *γεραιάς] γρ. καὶ γεραίρας. 273. *ἐπὶ γούνασιν] ὅτι πάλιν ἀντὶ τοῦ παρὰ γούνασιν. 277. * Ἰλίου ἱρῆς] ὅτι θηλυκῶς τὴν Ἴλιον. 278. *φόβοιο] ὅτι πάλιν φόβον τὴν φυγήν. 280. Πάριν μετελεύσομαι] ἵνα μὴ διʼ Ἀνδρομάχην δοκῇ τῆς μητρὸς ὑπεξίστασθαι. καλῶς δὲ τὰ ἀναγκαῖα προκρίνει τῶν ἡδέων. 282. γαῖα χάνοι] διασταίη ἡ γῆ, ὥστε χάσματος γενομένου καταποθῆναι. ἢ καταπίοι ἡ γῆ. 284. ὅτι τὸ σημαινόμενον, εἰ ἐκεῖνον ἴδοιμι τετελευτηκότα, δόξαιμι ἂν ἐκλελῆσθαι τῆς κακοπαθείας καὶ χωρὶς αὐτῆς γεγονέναι. ἔνιοι δὲ ἀγνοήσαντες γράφουσιν ἀτέρπου. 285. *Ζηνόδοτος φίλον ἦτορ. 288. κατεβήσετο] superscriptum κατεβήσατο. *ἐν ταῖς Ἀριστάρχου φέρεται καὶ ἑτέρως, ἡ δʼ εἰς οἶκον ἰοῦσα παρίστατο φωριαμοῖσιν. 289. ἔσαν οἱ] ὅτι ἐγκεκλιμένως ἀναγνωστέον οὕτως δύο τόνοις, καίτοι πυρριχιακῆς οὔσης τῆς λέξεως, ἵνα μὴ ἄρθρον νοηθῇ τὸ οι, ἀλλʼ ἀντωνυμία. 291. ἤγαγε Σιδονίηθεν] δεδιὼς γὰρ τὸν διωγμὸν διὰ Φοινίκης καὶ Αἰγύπτου ἦλθεν, ὡς καὶ οἱ Ἀργοναῦται διὰ τοῦ Ἴστρου. τῆς περιεργασίας δὲ Ἀλεξάνδρου τὸ μὴ μόνον ὠνήσασθαι πέπλους, ἀλλὰ καὶ πρίασθαι τὰς ἐργαζομένας. *ὅτι ἀπὸ μιᾶς πόλεως τῆς Σιδῶνος τὴν Φοινίκην σημαίνει. 292. ἀνήγαγεν] ὅτι τὸν ἐκ Πελοποννήσου ἐπὶ Ἴλιον πλοῦν ἀναγω- γὴν λέγει. 299. * βραχὺ διασταλτέον ἐπὶ τὸ Κισσηΐς. 303. * ἐπὶ γούνασιν] ὅτι πάλιν παρὰ γούνασιν. 305. ἐρυσίπτολι] πλεονασμὸς τοῦ ε· οἱ δὲ παρὰ Καλλιμάχῳ τὸν οὐκ ἀγαθὸν ἐρυσίπτολιν. ἄλλως ἡ ποιοῦσα ἐριπεῖν τὰς πόλεις. ἄμεινον δὲ ῥυσίπτολι, καὶ οἰκεῖον ταῖς περὶ σωτηρίαν εὐχομέναις τῆς πόλεως. καὶ ἀλλαχοῦ “ Ἀθηναίῃ ληΐτιδι” (Il. 10, 460). 311. ὣς ἔφατʼ εὐχομένη] ἀθετεῖται, ὅτι πρὸς οὐδὲν τὸ ἐπιφώνημα καὶ οὐκ εἰθισμένον· κατὰ μὲν γὰρ τὸ ἐναντίον ὁ Ζεὺς ἐπιβεβαιοῖ κατανεύων· καὶ ἐξῆς δʼ ἐπιλεγομένου “ὣς αἱ μέν ῥ’ εὔχοντο” σαφῶς γίνεται περισσὸς ὁ στίχος. γελοία δὲ καὶ ἡ ἀνανεύουσα Ἀθηνᾶ. 317. *πόλει ἄκρῃ] οτι πάλιν διῃρημένως εἴρηκεν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
