# Scholia in Iliadum 1.117-4

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Θ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.117-4

284. παρὰ Ζηνοδότῳ οὐδὲ ἦν· ἠθέτητο δὲ καὶ παρὰ Ἀριστοφάνει, ὅτι ἄκαιρος ἡ γενεαλογία, καὶ οὐκ ἔχουσα προτροπὴν, ἀλλὰ τοὐναν- τίον ὀνειδισμὸν καὶ ἀποτροπήν. Ἡροκλῆς, πορθήσας Ἴλιον, Ἡσιόνην τὴν Λαομέδοντος θυγατέρα, Πριάμου δὲ ἀδελφὴν ἔλαβεν αἰχμάλωτον, καὶ ἔδωκεν αὐτὴν γέρας Τελαμῶνι ὡς συστρατεύσαντι αὐτῷ, ἀφʼ ἧς ἔσχε Τεῦκρον ὁ Τελαμών. ὡς οὖν ἀπὸ Τρωϊκῆς γυναικὸς τεχθέντα τὸν παῖδα Τεῦκρον ἐκάλεσαν, προαναπέμψαντες τὸν τόνον καὶ ποιήσαντες κύριον· Τευκροὶ γὰρ οἱ Τρῶες ἀπὸ τοῦ βασιλεύοντος αὐτῶν Τεύκρου· ἡ δὲ ἱστορία ἀκρι- βέστερον εἴρηται παρά τε ἄλλοις πολλοῖς καὶ παρὰ Ἀπολλωνίῳ τῷ γραμματικῷ ἐν τῷ δευτέρῳ τῶν γενῶν. ἐζήτηται δὲ πῶς ἐξ ἀπόντων ἐπαινέσας τὸν Τεῦκρον νῦν ἐπιφέρει νόθον. ἡμεῖς δέ φαμεν τοῦτο μὴ εἶναι πρὸς αἰσχύνης διὰ τὸ παρὰ τοῖς παλαιοῖς ἔθος κρατοῦν· ἐτίμων γὰρ τοὺς νόθους ἐπʼ ἴσης τοῖς γνησίοις. ἄλλως τε εἰ καὶ αἰχμάλωτος ἡ Ἡσιόνη, ἀλλὰ βασιλίς. ἔτι δὲ καὶ αὐξήσεως ἕνεκεν τοῦτο εἰρῆσθαί φαμεν, ὅτι τῇ ἀρετῇ καὶ τοὺς γνησίους ὑπερέβαλεν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
