Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.12
Not analysed yet
19, 20. τὸ “πάλλων” καὶ τὸ “ἀντίβιον,ʼ ἀθετοῦνται ἀμφότεροι· ὁ γὰρ παρδαλέην ἀνειληφὼς καὶ τοξικὴν στολὴν ἔχων οὐκ ἂν πρόκα λοῖτο εἰς μονομαχίαν, ἀλλʼ ὕστερον ἐπὶ τοῦτο ἔρχεται ὀνειδισθεὶς ὑφʼ Ἕκτορος. ἄτοπον δὲ καὶ τὸ ἄμα πάντας προκαλεῖσθαι. ἐζήτηται πῶς ὁ Ἀλέξανδρος προεκαλεῖτο πάντας τοὺς ἀρίστους τῶν Ἑλλήνων δειλὸς ὢν τὰ πάντα καὶ οὐδὲ ὁπλίτης, ἀλλὰ τοξότης. ἔνιοι μὲν οὖν φασὶν ἀλαζονεύεσθαι αὐτὸν τὰ ἀδύνατα, φοβεῖσθαι δὲ τὰ τυχόντα· οἱ δὲ, ὅτι συγκεκλεισμένοι ὑπὸ Ἀχιλλέως οἱ Τρῶες τοὺς τῶν Ἑλλήνων ἀρίστους οὐκ ᾔδεισαν. καὶ ἐμοὶ μὲν δοκεῖ ὅτι κωμῳδεῖν ἐπανῃρημένος ὁ ποιητὴς καὶ σχῆμα τῆς ὁπλίσεως καὶ θράσος ἀλλότριον τῶν οπλων αὐτῷ προστέθεικεν, ἵνʼ ἐκ τοῦ μέλλοντος φόβου μείζονα προσοφλήσῃ τὸν γέλωτα.