# Scholia in Iliadum 1.12-2-15

Scholia in Homerum, Scholia in Iliadum, 1.12 to 1.15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.12-2

21. *περιβῆναι] πρὸς τὴν περίβασιν, ὅτι κατὰ μεταφορὰν τὸ ὑπερμαχῆσαι, καὶ τὸ “ὃς Χρύσην ἀμφιβέβηκας” (Il. 1, 37) τοιοῦτόν ἐστιν. 22. οὐδὲ γὰρ οὐδέ] ἡ μία περισσὴ ἀπόφασις· “οὐδὲ γὰρ οὐδὲ βίη,” “οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱός” (Il. 6, 130). καὶ ἔστιν ἡ μία μὲν ἐπὶ τοῦ πράγματος, θατέρα δὲ ἐπὶ τοῦ προσώπου. 27, 28. * πρὸς τὸ σχῆμα· ἔδει γὰρ τῶν υἱῶν Δάρητος τὸν μὲν ἀλευόμενον, τὸν δὲ κτάμενον. 28. τὸ παρʼ ὄχεσφι προσδιδόασί τινες τοῖς ἑξῆς, ἵν᾿ ᾖ παρʼ ὄχεσφι πᾶσιν ὀρίνθη θυμός, καὶ λέγῃ τοὺς ἁρματηλάτας τετα- ράχθαι· ἄλλως ἀπηλάσθαι φησὶν ἤδη τὰ ἅρματα. βέλτιον δὲ τοῖς ἄνω αὐτὸ προσδιδόναι, καὶ νοεῖν ἐκ τοῦ παρʼ ὄχεσφι τὸν τόπον τῶν ἀρμάτων. ἢ καὶ κυρίως· τὰ γὰρ ἅμα γινόμενα οὐ δυνατὸν ἅμα λέγεσθαι.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
