# Scholia in Iliadum 1.120-124

Scholia in Homerum, Scholia in Iliadum, 1.120 to 1.124. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.120

272. ἄωρτο] ἄρω ἐστὶ τὸ σημαντικὸν τοῦ ἁρμόζω, οὗ μέλλων ἄρσω, ἀόριστος ἦρσα· “θύρας σταθμοῖσιν ἐπῆρσεν” (Il. 14, 167 et 339) ἀντὶ τοῦ ἐφήρμοσεν· “καὶ πώμασιν ἄρσον ἅπαντα” (Od. 2, 353) ἀντὶ τοῦ ἐφάρμοσον. τοῦ ἄρω ὁ παρακείμενος ἦρκα, ὁ παθη- τικὸς ἦρμαι, ὑπερσυντέλικος ἤρμην, τὸ τρίτον ἦρτο, συστολῇ ἄρτο, ἐπενθέσει τοῦ ω ἄωρτο. οὕτως Ἡρωδιανὸς ἐν τῷ β΄ ὑπομνήματι τῷ περὶ παθῶν Διδύμου. 273. ἀρνῶν ἐκ κεφαλέων] ὅτι Ζηνόδοτος γράφει ἀρνέων ἐκ κεφα- λέων. ἀπὸ δὲ τῶν κατὰ τὴν ὀρθὴν ληγόντων εἰς ες οὐ γίνονται τοιαῦται διαιρέσεις, ἀλλʼ ἀπὸ τῶν εἰς αῑ· εἰ δὲ ἄρνες, ἀρνῶν. ἀπὸ δὲ τοῦ κεφαλαί κατὰ λόγον κεφαλέων. 276. * Ἴδηθεν μεδέων] ὅτι ἀντὶ τοῦ Ἴδης μεδέων. Ζεῦ πάτερ, Ἴδηθεν] καθʼ ἑκάστην προσαγόρευσιν διασταλτέον, μέγιστε, ἐπακούεις, ποταμοί, γαῖα. τελεία δὲ ἐπὶ τὸ ὀμόσσῃ· ἀσύνδετον γὰρ πρὸς τὰ ἑξῆς. 277. ἠέλιός θ᾿] ὅτι ἥλιος ἀντὶ τοῦ ἥλιε, ὡς κἀκεῖ “δὸς φίλος” (Od. 17, 415) καὶ “ἀλλὰ φίλος θάνε καὶ σύ” (Il. 21, 106). καὶ πρὸς τὴν ἀθέτησεν τῶν ἐν Ὀδυσσείᾳ “ὠκέα δʼ ἠελίῳ ὑπερίονι ἄγγελος ἦλθεν” (Od. 12, 374) περὶ τῆς ἀπωλείας τῶν βοῶν τῷ πάντας ἐφορῶντι. 279. ἀνθρώπους τίνυσθον] πρὸς Ζηνόδοτον, ὅτι ἐκ τοῦ δυικῶς γράφεσθαι τὸ τίνυσθον ἐλέγχεται ὅτι ἐπὶ Περσεφόνης καὶ Πλού- τωνός ἐστιν ὁ λόγος, οὐκ ἐπὶ τῶν νεκρῶν. ἐπίορκον] οὕτως προπαροξυτόνως· ἓν γάρ ἐστι τὸ ὅλον, ὥσπερ καὶ τὸ πρᾶγμα· “οὐδʼ ἐπιορκήσω πρὸς δαίμονα” (Il. 19, 188).

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
