Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.124
Not analysed yet
205. ᾧ ἔδωκε Κρόνου παῖς] εἰ μὴ γὰρ ἦν καλὸν, οὐδ᾿ ἂν οἱ θεοὶ αὐτῷ ἐχρῶντο. ἅμα δὲ σημαίνει ὅτι θεόσδοτόν ἐστι τὸ τῆς βασιλείας γέρας. manus rec. *τὸ δῶκε Ἰακῶς· οὕτως Ἀρίσταρχος. ἀγκυλομήτεω] ἀγκυλομήτης ὁ Κρόνος ἐκλήθη ἤτοι ἀγκύλα καὶ σκολιὰ βουλευσάμενος κατὰ τοῦ πατρὸς καὶ τῶν παίδων, ὥς φησιν ὁ Ἡσίοδος (τοῦ μὲν γὰρ τὰ αἰδοῖα τῇ ἅρπῃ ἀπέτεμε, τοὺς δὲ κατέπινεν), ἢ ὁ τὰ ἀγκύλα καὶ σκολιὰ καὶ δυσχερῆ πράγματα τῇ μήτιδι περιλαμβάνων, κορόνους τις ὢν καὶ τέλειος νοῦς, ὡς φησι καἰ ἡ Δημώ.