# Scholia in Iliadum 1.124-2-134

Scholia in Homerum, Scholia in Iliadum, 1.124 to 1.134. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.124-2

336. * Ἀρίσταρχος διὰ τοῦ τ τύμβον τʼ ἀμφί. διασταλτέον ἐπὶ τὸ χεύομεν· τὸ δʼ ἐξαγαγόντες ἤτοι ὕλην πρὸς τὴν τειχοποιίαν, ἢ ἀντὶ τοῦ προελθόντες πολὺ εἰς τὸ πεδίον, ἵνα ἡ μὲν ἐξ πρόθεσις ἀντὶ τοῦ ἔξω ἐπιρρήματος κέηται, τὸ δὲ ἀγαγόντες ἐν ἴσῳ τῷ πορευθέντες· περιλαμβάνουσι γὰρ τῷ ναυστάθμῳ καὶ τοῦ πεδίου μέρος. τὸ δεύτερον ἄμεινον. 339. πύλας] ὅτι πληθυντικῶς, καὶ ὅτι μία ὑπόκειται πύλη ἐν τῷ τείχει. τινὲς δὲ γράφουσιν ἕπτ’ ἀραρυίας. 345. * ὅτι διαλελυμένως τῇ ἀκροπόλει. 346. δεινὴ, τετρηχυῖα] βραχὺ διασταλτέον κατʼ ἀμφότερα· μᾶλ- λον γὰρ οὕτως ἐμφαίνει. τὸ τετρηχυῖα τεταραγμένη, ἢ διὰ τὰ προλεχθέντα, ἢ διὰ τὸ “πολύκλητοι δʼ ἔσαν” (Il. 4, 438), ἢ διὰ τὸ διχογνωμονεῖν περὶ Ἑλένης, ὡς Ἀντήνωρ καὶ Ἀντίμαχος. δηλοῖ ὡς οὐχ οἱ βασιλεῖς συνήγαγον αὐτοὺς, ἀλλʼ ἀγανακτοῦντες ἧκον εἰς τὰ βασίλεια. 347. *ἀντίον ηὔδα] γράφεται ἦρχ’ ἀγορεύειν. 353. ἀθετεῖται, ὅτι ἀγνοήσας τις ὅτι ὑπακοῦσαι δεῖ τῷ οὔ νύ τι κέρδιον ἡμῖν τὸ ἔσται, ὡς ἐλλείποντος τοῦ λόγου προσανεπλήρωσεν· καὶ ὅτι τὸ ἵνα οὐχ ὁμηρικῶς παρείληπται ἀντὶ τοῦ ἐάν. *Ἀρίσταρχος ἐκτελέεσθαι, ἵνʼ ἂν μή. 359. *εἰ δʼ ἐτεόν] οὕτως Ἀρίσταρχος, ἄλλοι δίχα τοῦ δ, εἰ ἐτεόν. ὑποστικτέον κατὰ τὸ τέλος τοῦ στίχου, καὶ γραπτέον τὴν ἀρχὴν μετὰ τοῦ δέ συνδέσμου, εἰ δʼ ἐτεὸν δὴ τοῦτον· τὸ γὰρ ἀσύνδετον ἀπρεπὲς ἐνθάδε. 362. ἀπόφημι] ὡς ἄπειμι· τὰ γὰρ ὀξυνόμενα τῶν ῥημάτων ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον. ἐν ἄλλῳ. καὶ ἐνταῦθα οὗτοι οἱ στίχοι κεῖνται “κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἡδʼ ἐπίκουροι, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.” 370. *κατὰ πτόλιν] γράφεται κατὰ στρατόν. 379. ἐν ἄλλῳ καὶ οὗτος ὁ στίχος “δόρπον ἔπειθʼ εἴλοντο κατὰ στρατὸν ἐν τελέεσσι.” 385. Ἀτρείδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν] ἐν ἄλλῳ ἐϋκνήμιδες Ἀχαιοί.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
