Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.124-5
Not analysed yet
274. ἐρωδιόν] εἰκότως ἡ Ἀθηνᾶ ἐπιπέμπει αὐτοῖς ἐρωδιόν· τοῖς γὰρ ἐπὶ λαθραίους πράξεις ἀπιοῦσιν αἴσιος. ἄλλως τε ὅτι καὶ διʼ ἑλώδους ἐβάδιζον τόπου· ἕλειον δὲ καὶ τὸ ζῷον. διὰ τί δὲ οὐκ εἶπε μᾶλλον τὴν γλαῦκα, οὖσαν ἱερὰν τῆς Ἀθηνᾶς; λυτέον οὖν τὸ ἄπορον καιρῷ καὶ τόπῳ· διατρίβει γὰρ τὸ ὄρνεον περὶ τοὺς ἑλώδεις τόπους, καὶ θηρευτικὸν τὸ ζῷον. ἱστορεῖ περὶ αὐτοῦ Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων (l. an. 9, 18).