# Scholia in Iliadum 1.125-6-129

Scholia in Homerum, Scholia in Iliadum, 1.125 to 1.129. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.125-6

275. οὐκ ἴδον] ὅτι καὶ αὐτοὶ ὑπὸ πολεμίων ἔμελλον οὐχ ὁραθέντες τὰ βουλεύματα αὐτῶν παρὰ Δόλωνος ἀκούειν. ἄλλως δὲ ὅτι οὐκ αἴσιος ὁ ἐρωδιὸς ὁ ὁρώμενος ὑπὸ τῶν εἰς ἐνέδραν ἀπιόντων. 277. χαῖρε δὲ τῷ ὄρνιθι] ὅτι ἐπὶ τῷ ὄρνιθι. καὶ ἐν Ὀδυσσείᾳ “καί τε σφιν ἰαίνομαι εἰσορόωσα” (19, 537)· ἐπʼ αὐτοῖς. 281. ὅτι τὸ πάλιν ἀντὶ τοῦ εἰς τοὐπίσω, καὶ ὅτι Ἰακὸν τὸ συστέλ- λειν, εὐκλεῖας καὶ δυσκλέα· οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι τὰ τοιαῦτα. εὐκλεῖας προπερισπαστέον· ἐκ γὰρ τοῦ εὐκλέας ἐγένετο κατʼ ἐπέν- θεσιν τοῦ ι. λέγει γὰρ, δὸς ἡμᾶς εὐκλεεῖς καὶ ἐνδόξους. οἱ δὲ ἐκτεί- νοντες ἄνευ λόγου ἐκτείνουσιν. * ὅτι ὁ κε σύνδεσμος περιττός. 286. τὸ ἐς Θήβας δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπο- μένοις συντάττεσθαι. ἡ διπλῆ δὲ, ὅτι ἡ πρό ἀντὶ τῆς ὑπέρ. 288. αὐτὰρ ὁ μειλίχιον] ὁ δὲ Τυδεὺς, φησὶ, προσηνῆ καὶ πρᾶον λόγον ἔφερε τοῖς Θηβαίοις· ἀπῄει γὰρ προκηρυκευσόμενος περὶ δια- λύσεων καὶ εἰρήνης.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
