Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.126-2
Not analysed yet
208, 209. οἱ δ᾿ —ἠχῇ] σνναπτέον ἕως τοῦ ἠχῇ, ἐφ᾿ ὃ διασταλ- τέον βραχύ· ἀντέστραπται γὰρ ἡ παραβολὴ καὶ ἡ ἀνταπόδοσις προτερεῖ. εἰ οὖν τεταγμένη ἦν ἡ παραβολὴ προτέρα καὶ ἡ ἀνταπό- δοσις δευτέρα, πάντως ἂν πρὸ τῆς παραβολῆς ἐστίξαμεν τὸν τρόπον τοῦτον· ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης αἰγιαλῷ βρέμεται, οὕτως ἐκεῖνοι ἀγορήνδε αὖτις ἐπεσσεύοντο· καὶ ἐγίνοντο αἱ συνήθεις ταῖς ἀνταποδοτικαῖς περιόδοις ὀρθαὶ ὑποστιγμαί. ἐπεὶ δὲ ἀντέστρα- πται καὶ ἡ ἀνταπόδοσις πρώτη ἐστὶν, ἀδύνατον πρὸ τῆς παραβολῆς στίζειν.