# Scholia in Iliadum 1.127-3-132

Scholia in Homerum, Scholia in Iliadum, 1.127 to 1.132. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.127-3

267. * ὁ τρόπος περίφρασις. 269. θήλεας ἵππους] τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ἵνʼ ἀπʼ εὐθείας τῆς θῆλυς ᾖ κεκλιμένον· “θῆλυς ἐέρση” (Od. 5, 467) “ Ἥρη θῆλυς ἐοῦσα” (Il. 19, 97) “θῆλυν ὑπόρρηνον” (Il 10, 216). οὕτως Ἀρίσταρχος καὶ ὁ Ἀσκαλωνίτης. ὅτι οἱ περὶ Ἑλλάνικον ἀνεγίνωσκον θηλέας ὡς ταχέας, ὡς Δωρικῶς ἐκτιθεμένου τοῦ ποιητοῦ. τὸ δὲ τοιοῦτο παρʼ Ἡσιόδῳ πλεονάζει, Ὅμηρος δὲ οὐ χρῆται. 272. τὼ δὲ δύʼ] ὅτι δύο ἵπποις ἐχρῶντο. ἡ δʼ ἀναφορὰ πρὸς τὸ τέτρωρον “Ξάνθε τε καὶ σὺ Πόδαργε” (Il. 8, 185). καὶ ὅτι φόβον τὴν φυγὴν λέγει. *μήστωρε] οὕτως Ἀρίσταρχος, μήστωρε, δυϊκῶς. ἐπὶ γὰρ τῶν ἵππων. μήστωρε φόβοιο] τοὺς φυγὴν ἐμποιοῦντας τοῖς πολεμίοις. 278. ἦ μάλα] πρὸς τὴν ἑρμηνείαν· ἦ μάλα σε οὐκ ἐδάμασσε τὸ βέλος, ὅ ἐστιν ὁ ὀϊστός. περισπαστέον δὲ τὸν η· ἔστι γὰρ μᾶλλον βεβαιωτικός. ὑποστιγμὴ δὲ κατὰ τὸ τέλος τοῦ στίχου. κεῖται γὰρ ὁ η ἀντὶ τοῦ εἴ, καὶ βαρύνεται· οἱ δὲ περισπῶντες στίζουσι κατὰ τὸ τέλος. 283. ἐπὶ] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· πρὸς γὰρ τὸ ἄϋσε φέρεται. καὶ εἰ πρὸς τὸ ἄρθρον δὲ συνετάττετο, οὐκ ἀνεστρέφετο, διʼ ὃν προείπομεν πολλάκις λόγον, ὡς ὅτι ἐὰν μεταξὺ πέσῃ μέρος λόγου, οὐ γίνεται ἀναστροφὴ τῆς προθέσεως, ἐὰν μὴ τελευταία στίχου τεθῇ, ὡς τὸ “ἔπτυσε πουλὺ κάτα.” 284. κενεῶνα τὸν ὑπὸ τὰς πλευρὰς τόπον, τὴν λαγόνα, παρὰ τὸ κενὸν εἶναι αὐτὸν ὀστέων.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
