Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.128
Not analysed yet
193. ἕως ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν] ἐνταῦθα μὲν ὑποστικτέον, ἐπὶ δὲ τὸ ξίφος ἤτοι ὑποστικτέον ἢ στικτέον. ἐὰν μὲν οὖν ὑποστίζωμεν, ὁ ἐπιφερόμενος σύνδεσμος περισσὸς ἔσται, ἦλθε δʼ Ἀθήνη· ἐὰν δὲ στίζωμεν, οὗτος μὲν καλῶς κείσεται, ὁ δὲ πρότερος πλεονάσει ἐν τῷ “ἕλκετο δʼ ἐκ κολεοῖο.” βέλτιον δὲ ὑποστίζειν ἀμφότερα· ἐν ὅσῳ γὰρ λογίζεταί τε καὶ σπᾶται, ἦλθεν ἡ Ἀθηνᾶ.