Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.129-4
Not analysed yet
297. ὑπεραέῖ ὡς εὐσεβέῖ, κατὰ διάστασιν. ἔφαμεν γὰρ τὰ παρὰ τὸ ἄω συντιθέμενα καὶ εἰς ης λήγοντα ὀξύνεσθαι, ἀκραής δυσαής· οὕτως ὑπεραής. ὑπεραέῖ δὲ ὑπερβαλλόντως πνεούσῃ, ὅταν ἐκ τοῦ πέρθεν καταφέρηται τὸ πνεῦμα. τὸ δʼ ἑξῆς, ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ἶσος ἀέλλῃ, ἥτε καθαλλομένη ἀπὸ ὄρους πόντον ὀρίνει. ὅτι ἔν τισι γράφεται ὑπερούρεος ἶσος ἀέλλῃ. τὸ δὲ αὐτὸ καὶ ἐκ τοῦ ὑπεραέῖ σημαίνεται, ὅταν ἐκ τοῦ ὕπερθε τόπου καταφέρηται πνοή. ταύτας δὲ ἡμεῖς καταιγίδας καλοῦμεν ἀπὸ τοῦ κάτω ἀΐσσειν.