# Scholia in Iliadum 1.129-5-144

Scholia in Homerum, Scholia in Iliadum, 1.129 to 1.144. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.129-5

293. *ἕλξιν] μέλασιν, ἢ εἰλοῦσι τοὺς πόδας ἐν τῇ πορείᾳ. 295. ἐξήλατον] Ἀρίσταρχός φησιν ὡς δεῖδασύνοντας προφέρεσθαι. σημαίνει γὰρ κατὰ ἀριθμὸν ἐκ τοσούτων ἐλασμάτωνσυγκειμένην αὐτήν. ὁ δὲ Ζηνόδοτος, φησὶν, ἔοικε ψιλῶς προφέρεσθαι, ἐκδεχόμενος τὴν ἐξηλασμένην, οὐκ εὖ. οὐκ ἀπιθάνως δὲ ὁ Ἀρίσταρχος, εἴγε καὶ ἑπτα- βόειον σάεος που λέγει καὶ ἐπὶ τῆς Ἀχιλλέως ἀσπίδος “πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες” (Il. 18, 481) καὶ “ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων” (Il. 20, 270). 296. ἤλασεν] ὅτι Ζηνόδοτος γράφει ἐξέλασ, ἔντοσθεν δέ· ἐξ οὗ φανερός ἐστι τὸ προκείμενον ψιλῶς ἀνεγνωκὼς ἐξήλατον· δεῖ δὲ δα- σέως, ἵνα ἀριθμὸς δηλωθῇ. 296, 297. βοείας ῥάψε χρυσείῃς ῥάβδοισι] ἀντὶ τοῦ ἔρραψε τὰς βοείας ῥαφαῖς ῥαβδοειδέσιν ώσανεὶ φλεψίν. τὸ δὲ περίκυκλον ἄμεινον δύο ποιεῖν, περί καὶ κύκλον, ἵνα ᾖ περὶ τὸν τῆς ἀσπίδος κύκλον. οὕτως καὶ ὁ Ἀσκαλωνίτης. 297. *ῥαβδοειδέσι ῥαφαῖς. 298. διασταλτέον ἐπὶ τὸ σχόμενος πρὸς τὸ σαφέστερον. 301. πειρήσοντα] ὅτι πειρήσοντα διάπειραν ληψόμενον, ἐνεδρεύ-· σοντα· καὶ ὅτι ὁ καί περισσός ἐστιν. ὁ δὲ Διονύσιος, ὅτι δύναται σημαίνειν τι πλέον, οὕτως ἐνδεὴς τροφῆς ὥστε καὶ ἐπὶ πεπυκνωμένον καὶ ἠσφαλισμένον δόμον ἐλθεῖν. δόμον δὲ τὴν ἔπαυλιν. *εἰς πυκινόν] γράφεται καὶ ἐς πυκινόν. 302. βώτορας] βοσκήτορας, βουκόλους. βῶ βόσω, βότωρ βότωρος, ὑπερβιβασμὸς χρόνου βώτορος καὶ βώτορας. 303. σημειοῦνταί τινες ἐνταῦθα ὅτι περισσὴ ἡ πρόθεσις ἡ περί. 318. *οὕτως ἀκλεές αἱ Ἀριστάρχου καὶ αἱ χαριέστεραι. 326. τὸ ἐξῆς ἐστὶ, νῦν δʼ ἴομεν ἠέ τῳ εὗχος ὀρέξομεν. οὕτως οὖν διορθωτέον. 328. ὅτι ἀντὶ τοῦ ἴωμεν καὶ ὀρέξωμεν, καὶ ὅτι συνεκδέξασθαι δεῖ τὸ ὀρέξῃ, ὅπερ οὐ συνέντες τινὲς ὑποτιθέασι στίχον· “δώσει ἀποκτά- μενος κλυτὰ τεύχεα καὶ δόρυ μακρόν.” 330. *οὕτως Ἀρίσταρχος, μέγα ἔθνος ἄγοντε, δυικῶς. 333. τὸ Ἀχαιῶν ἑκατέροις δύναται προσδίδοσθαι, βέλτιον δὲ τοῖς προτέροις, ἐπεὶ τὸ ἡγεμόνων ἐπιφέρεται. καὶ ἄλλως φησὶν ἐξῆς “βῆ δὲ θέειν κατὰ τεῖχος Ἀχαιῶν” (352). 335. ὅτι ἐν τοῖς ἀριστεροῖς μέρεσι τοῦ ναυστάθμον γέγονεν ἡ μάχῃ, ὅπου καὶ οἱ Αἴαντες ἐσκήνουν. 336. *νέον] ὅτι ἀντὶ τοῦ νεωστί.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
