Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.13-3
Not analysed yet
43. *ἐγὼ σοί] ὀρθοτονητέον τὴν σοί· δύναται γὰρ ἀντιδιαστολὴ εἶναι. ἑκὼν ἀέκοντί γε θυμῷ] τὸ δοκοῦν ἀπεμφαίνειν ἐν τῷ στίχῳ οὐδε- μίαν ἔχει διόρθωσιν ἐκ διαστολῆς· ὁ μέντοι λόγος αἱρεῖ διαστέλλειν ἐπὶ τὸ ἑκών. λέγει δὲ ἑκὼν μέν, ἐπεὶ μὴ ἐβιάσθη, ἀλλὰ εἶξεν, ἀέκοντι δὲ θυμῷ, ἐπεὶ μὴ προείλετο, ἀλλʼ ἀπροαιρέτως τὴν πόλιν προίεται τῇ γαμετῇ. σχεδὸν δὲ πᾶσι συμβαίνει τοῦτο τοῖς δύο ἀτόπων προκειμένων τὸ ἔλαττον αἱρουμένοις. ἄλλως. καὶ γὰρ ἐγώ σοι δῶκα—θυμῷ] πολλὰ παρὰ προαίρεσιν τῆς ψυχῆς πράττομεν πρὸς τὸ κεχαρισμένον τῶν πέλας, ὡς εἰ ἔλεγε, κατεδεξάμην μὲν ἐγὼ, τὰ δὲ τῆς προαιρέσεως οὔ πώ μοι κατένευσεν. ἐν ἄλλῳ. ἀέκοντί γε θυμῷ] βιαζόμενος, ὥσπερ οἱ πλέοντες ἑκόν- τες μὲν ἀποβάλλουσι τὰ φορτία, ἵνα σωθῶσιν, ἄκοντες δὲ ζημιοῦνται. δοκεῖ δέ πως ἐναντίον εἶναι τὸ ἑκὼν ἀέκοντί γε θυμῷ· διὸ καλῶς ὁ Τρύφων, φησὶ, συναλείψας ἐν τῷ δῶκα συνάπτει τὸ ἑκών, ἵνʼ ᾖ δῶκʼ ἀέκων ἀέκοντί γε θυμῷ. ἢ ἑκὼν ἐγώ σοι ἔδωκα ἀεκούσης μου τῆς διανοίας, ἐστι καίπερ μὴ βουλόμενος.