# Scholia in Iliadum 1.13-4

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Κ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.13-4

25. ὢς αὕτως] κατὰ τὸν αὐτὸν καιρὸν τῷ Ἀγαμέμνονι· ἀλλ’ ὁ ποιητὴς τῷ βασιλικωτέρῳ προσώπῳ ἀπένειμε τὴν προτέραν τάξιν τοῦ λόγου, ὥστε καὶ τῶν ἀριστέων οὓς μὲν διήγειρεν ὁ Ἀγαμέμνων, ἀκριβῶς διεξέρχεται, τοὺς δὲ ὑπὸ τοῦ Μενελάου ἐπὶ κεφαλαίον λέγει. ἡ διπλῆ δὲ, ὅτι ἀνταποδοτικόν ἐστι τοῦ ἄνω (10) γράφειν “τρομέοντο δέ οἱ·” ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον. αὐτῷ] Τυραννίων τὴν αὐτῷ ἀντωνυμίαν καθʼ ἓν ἐλάμβανεν ὡς ἐν τῇ συνηθεία· ὁ δὲ Ἀσκαλωνίτης τὸν αὖ σύνδεσμον παρελάμβανε, καὶ τὸ τῷ ἰσοδυναμοῦν τῷ τούτῳ, ὁμοίως τῷ “τοῦδʼ εὖ τοῦ λυκά- βαντος” (Od. 14,161). ἴση δέ μοι δοκεῖ ἡ ἀνάγνωσις εἶναι. ἐπὶ μέντοι τοῦ τοῦδʼ αὗ τοῦ λυκάβαντος κατεπεῖγόν ἐστιν αὖ, εἶτα τοῦ ἀναγνῶναι· κωλύεται γὰρ ἐνθάδε ἐμπαραληφθῆναι ὑπὸ τοῦ σημαι- νομένου τὸ αὐτοῦ.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
