# Scholia in Iliadum 1.131-3

Scholia in Homerum, Scholia in Iliadum, Volume 1, ΕΙΣ ΤΗΝ Δ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-homerum/scholia-in-iliadum/1.131-3

319. Πύλιοι καὶ Ἀρκάδες περὶ γῆς ὅρων ἐπολέμουν περὶ τὸ καλούμενον ὄρος Ἀγκαῖον· Νέστωρ δὲ μονομαχήσας ἐκ προκλήσεως Ἐρευθαλίωνα τὸν Ἱππομέδοντος ἢ ὡς ἔνιοι Ἀφείδαντος ἀνεῖλε, καὶ ὑπὸ χαρᾶς τὸ περιορισθὲν χωρίον παρεξῆλθεν. οἱ δὲ Ἀρκάδες ἔτι σκαρίζοντος τοῦ Ἐρευθαλίωνος ἐφορμήσαντες τοῖς Πυλίοις συν- έβαλον, καὶ οὕτως ἐνίκησαν. θάψαντες δὲ τὸν Ἐρευθαλίωνα καὶ τοὺς φίλους ἐπέγραψαν τῷ τάφῳ τόδε τὸ ἐπίγραμμα· “ἐνθάδ᾿ Ἐρευθαλίωνι φίλοις τʼ ἐπὶ τύμβον ἔθηκαν Ἀρκαδίης βασιλῆς, γένος ἔξοχον Ἱππομέδοντος, οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμά- σαντο.” ἱστορεῖ Ἀρίαιθος. κατέκταν δὲ μετὰ τοῦ ν αἱ Ἀριστάρχου, καὶ ἐν ἐκτάσει τοῦ ᾱ Δωρικῇ οὔσῃ, ὡς ἔβαν ἐγώ. ἡ γὰρ χρῆσις τοιαύτη ἦν παρὰ Ἀττικοῖς· παρὰ γὰρ τὸ κτῶ καὶ κτῆμι κινήματα ἱκανὰ ἐξέπιπτεν· δεύτερος μὲν αὐτὸς ἀόριστος, ὀφείλων εἶναι κοι- νῶς ἔκτην, γινόμενος δὲ κατὰ Δωρίδα ἔκταν, ὃς ἐν χρήσει ὁρᾶται Ἀττικοῖς. Εὐριπίδης Πλεισθένει “οὐ τὸν σὸν ἔκταν πατέρα, πολέμιόν γε μήν·” Αἰσχύλος δὲ Παλαμήδει “τίνος κατέκτας ἕνεκα παῖδʼ ἐμὸν βλάβης,” καὶ ἐν Σεμέλῃ ἢ ὑδροφόροις “Ζεὺς ὃς κατέκτα τοῦτον.” ἐπίσταται ὁ ποιητὴς καὶ τὸ πληθυντικόν “ἡμεῖς ἕρμα πόλιος ἀπέκταμεν” (Od. 23, 121) καὶ τρίτον πρόσωπον πληθυντικὸν πρώτου ἀορίστου παθητικοῦ κατὰ συγκοπήν “οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισι” (Od. 4, 537) καὶ μέσον δεύτερον ἀόριστον “Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος” (Il. 15, 437), ᾦ ἀκόλουθον ἀπαρέμφατον τὸ “κτάσθαι τε πολίτας” (ib. 558)· μετοχαί τε σημαίνουσαι τὸ κτῆμι, τε κτάς καὶ κτάμενος, ἀπαρέμφατόν τε ἐνεργητικὸν τὸ κτάμεναι. ὑγιῶς ἄρα Ἀρισταρχος ἔκταν γράφει, ὡς ἔκταν ἐγώ. *οὕτως Ἡρωδιανὸς μετὰ τοῦ ν, κατέκταν.

---

Scholia in Homerum, Scholia in Iliadum, ed. Wilhelm Dindorf, Ernst Maas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5026.tlg001.local001/.
